Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.13
Not analysed yet
Περὶ τῆς γενομένης ἐν Κωνσταντινουπόλει ταραχῆς ὑπὸ Ἀρειανῶν. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καθ̓ ὃν ὁ βασιλεὺς τῷ πολέμῳ ἐσχόλαζεν, καὶ οἱ ἐν Κωνσταντινουπόλει Ἀρειανοὶ ταραχὴν κεκινήκασι δἰ ἐπινοίας τοιάσδε. Φιλοῦσιν οἱ ἄνθρωποι λόγους πλάττειν περὶ ὧν οὐκ ἐπίστανται: εἰ δὲ καί ποτε προφάσεως ἐπιλάβονται, μείζονας τὰς περὶ ὧν βούλονται φήμας ἐξάπτουσι, νεωτέρων ἀεὶ ὀρεγόμενοι πραγμάτων. Τοῦτο δὴ καὶ τότε κατὰ τὴν πόλιν ἐγίνετο: ἄλλος γὰρ ἄλλο περὶ τοῦ μακρὰν γενομένου πολέμου πλάττοντες διεφήμιζον, ἀεὶ ἐπὶ τὸ χεῖρον τὴν ἐλπίδα λαμβάνοντες. Καὶ μηδενὸς ἐπιγινομένου κατὰ τὸν πόλεμον, αὐτοὶ ὡς τὰ κατ̓ αὐτὸν ἱστορήσαντες περὶ ὧν οὐκ ᾔδεισαν ἔλεγον, ὡς ὁ τύραννος ἐπικρατέστερος εἴη τῆς βασιλέως δυνάμεως: καὶ ὅτι τόσοι καὶ τόσοι κατὰ τὴν μάχην πεπτώκασι: καὶ ὅτι ὁ βασιλεὺς ὅσον οὐδέπω τῷ τυράννῳ ὑποχείριος γίνεται. Τότε δὲ καὶ οἱ Ἀρειανίζοντες ἐκ πάθους κινούμενοι,—σφόδρα γὰρ ἠνιῶντο, ὅτι τῶν ἔνδον ἐκκλησιῶν ἐκράτουν οἱ παῤ αὐτῶν πρότερον διωκόμενοι,—τὰς φήμας πολλαπλασίους εἰργάζοντο. Ἐπεὶ δὲ ἕτερά τινα τῶν λεγομένων αὐτοὺς τοὺς πεπλακότας αὐτὰ εἰς πίστιν ἦγεν, οὐχ ὡς πεπλασμένων, ἀλλ̓ ὡς ἀληθῶς γενομένων ἃ ἔπλασαν: οἱ γὰρ ἀκοῇ παραλαβόντες διεβεβαιοῦντο πρὸς τοὺς λογοποιοῦντας, μὴ ἄλλως ἔχειν, ἢ ὡς παῤ αὐτῶν ἀκηκόασι: τότε δὴ ἀναθαρρήσαντες οἱ Ἀρειανίζοντες εἰς ἄλογον χωροῦσιν ὁρμὴν, καὶ τὴν οἰκίαν τοῦ ἐπισκόπου Νεκταρίου πῦρ ἐμβαλόντες ἀνήλωσαν. Τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο κατὰ τὴν ὑπατείαν Θεοδοσίου τὸ δεύτερον καὶ Κυνηγίου.