Ancient Greek · ~6 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.14
Not analysed yet
Περὶ τῆς νίκης τοῦ βασιλέως Θεοδοσίου, καὶ τῆς ἥττης τοῦ τυράννου. Τοῦ δὲ βασιλέως ἐπιόντος τῷ τυράννῳ, πυνθανόμενοι τὴν παρασκευὴν οἱ ὑπὸ Μαξίμῳ ταττόμενοι οὐδὲ τὴν ἐκ τῆς φήμης προσβολὴν ἐνεγκεῖν ἐδυνήθησαν: ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν τύραννον ἐνεχείρισαν: ὃς ἀνῃρέθη ἐν τῇ αὐτῇ ὑπατείᾳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως Γρατιανοῦ φονεὺς τῆς ἥττης αἰσθόμενος, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν: ἦν δὲ καὶ ὁ υἱὸς Ὁνώριος σὺν αὐτοῖς, κομιδὴ νέος ὤν: μετὰ γὰρ τὴν κατὰ Μαξίμου νίκην μεταπέμπεται αὐτὸν ὁ πατὴρ ἐκ τῆς Κωνσταντινουπόλεως. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες: ὅτε καὶ τὴν ἑαυτοῦ ἀγαθότητα ἐπὶ Συμμάχου τοῦ ἀπὸ ὑπάτων ὁ βασιλεὺς Θεοδόσιος ἐπεδείξατο. Οὗτος γὰρ ὁ Σύμμαχος πρῶτος μὲν ἦν τῆς ἐν Ῥώμῃ συγκλήτου: ἐθαυμάζετο δὲ ἐπὶ παιδεύσει λόγων Ῥωμαϊκῶν: καὶ γὰρ αὐτῷ πολλοὶ λόγοι συγγεγραμμένοι τῇ Ῥωμαίων γλώσσῃ τυγχάνουσι. Βασιλικὸν οὖν λόγον εἰς Μάξιμον ἔτι περιόντα γεγραφὼς καὶ διεξελθὼν, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ἔνοχος ὕστερον γέγονεν: διὰ τοῦτο δὴ δεδιὼς τὸν θάνατον τῇ ἐκκλησίᾳ προσέφυγεν. Ὁ δὲ βασιλεὺς οὕτως ἦν περὶ τὸν Χριστιανισμὸν εὐλαβὴς, ὡς μὴ μόνον τοὺς τῆς αὐτοῦ πίστεως ἱερεῖς ὑπερτιμᾶν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς τὸ ὁμοούσιον φρονοῦντας ἀσμένως προσεδέχετο. Λεοντίῳ γοῦν ἐπισκόπῳ τῆς ἐν Ῥώμῃ τῶν Ναυατιανῶν ἐκκλησίας παρακαλοῦντι χάριν διδοὺς, τὸν Σύμμαχον ἀπέλυσε τοῦ ἐγκλήματος. Συγγνώμης οὖν ἀξιωθεὶς ὁ Σύμμαχος τὸν ἀπολογητικὸν λόγον εἰς τὸν αὐτοκράτορα Θεοδόσιον ἔγραψεν. Ὁ μὲν δὴ πόλεμος κατ̓ ἀρχὰς μεγίστην ἀπειλὴν ἐσχηκὼς, τελευτῶν ταχεῖαν ἔσχε τὴν κρίσιν.