Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.16
Not analysed yet
Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ καθαιρέσεως τῶν εἰδωλικῶν ναῶν καὶ τῆς διὰ ταῦτα συμβουλῆς Ἑλλήνων καὶ Χριστιανῶν. Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ἐν τῇ Ἀλεξανδρείᾳ τοιοῦτο πάθος ἐγένετο. Τῇ τοῦ ἐπισκόπου Θεοφίλου σπουδῇ βασιλέως ἐκέλευε πρόσταγμα λύεσθαι τοὺς ἐν Ἀλεξανδρείᾳ τῶν Ἑλλήνων ναοὺς, καὶ τοῦτο γίνεσθαι τῇ Θεοφίλου φροντίδι. Ταύτης τῆς ἐξουσίας δραξάμενος ὁ Θεόφιλος, παντοῖος ἐγένετο καθυβρίσαι τὰ τῶν Ἑλλήνων μυστήρια: καὶ ἀνακαθαίρει μὲν τὸ Μιθρεῖον, καταστρέφει δὲ τὸ Σαραπεῖον. Καὶ τὰ μὲν τοῦ Μιθρείου φονικὰ μυστήρια δημόσια ἐπόμπευε: τὰ δὲ τοῦ Σαράπιδος καὶ τῶν ἄλλων γέλωτος ἐδείκνυ μεστὰ, τοὺς φαλλοὺς φέρεσθαι κελεύσας διὰ μέσης τῆς ἀγορᾶς. Ταῦτα οὕτω γενόμενα ὁρῶντες οἱ κατὰ τὴν Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μάλιστα οἱ φιλοσοφεῖν ἐπαγγελλόμενοι, τὴν λύπην οὐκ ἤνεγκαν: ἀλλὰ τοῖς πάλαι δραματουργηθεῖσι προσέθηκαν μείζονα. Μιᾷ γὰρ ὁρμῇ ἔκ τινος συνθήματος κατὰ τῶν Χριστἱ̣?ʼνῶν χωρήσαντες πάντα φόνον εἰργάζοντο: ἠμύνοντο δὲ καὶ οἱ Χριστιανοὶ, καὶ πᾶν κακὸν ἐπηκολούθει κακῷ: ἕως τε τοσούτου ἐξετάθη ἡ μάχη, ἕως οὗ κόρος τῶν φόνων τὸ γινόμενον ἔπαυσεν. Απώλοντο γὰρ ἐν τῇ συμβολῇ τῶν μὲν Ἑλλήνων ὀλίγοι, τῶν δὲ Χριστιανῶν σφόδρα πολλοί: οἱ δὲ τραυματίαι ἐξ ἑκατέρου μέρους ἦσαν ἀναρίθμητοι. Φόβος ἐκ τῶν γεγονότων εἶχε τοὺς Ἑλληνίζοντας δεδοικότας τὴν τοῦ βασιλέως ὀργήν. Πράξαντες γὰρ ἃ ἐδόκει αὐτοῖς, καὶ ταῖς μιαιφονίαις τὸν θυμὸν ἀποσβέσαντες, ἄλλος ἀλλαχῆ κατεκρύπτοντο: πολλοὶ δὲ καὶ ἐκ τῆς Ἀλεξανδρείας ἔφυγον κατὰ τὰς πόλεις μεριζόμενοι. Ὧν ἦσαν οἱ δύο γραμματικοὶ, Ἑλλάδιος καὶ Ἀμμώνιος, παῤ οἷς ἐγὼ κομιδῆ νέος ὢν ἐν τῇ Κωνσταντινουπόλει ἐφοίτησα. Ἑλλάδιος μὲν οὖν ἱερεὺς τοῦ Διὸς εἶναι ἐλέγετο: Ἀμμώνιος δὲ πιθήκου. Οὕτω δὴ τοῦ κακοῦ κατασταλέντος, συνελαμβάνοντο τῷ Θεοφίλῳ πρὸς τὴν κατάλυσιν τῶν ναῶν ὅ τε τῆς Ἀλεξανδρείας ἔπαρχος καὶ ὁ ἡγούμενος τοῦ στρατιωτικοῦ τάγματος. Τὰ μὲν οὖν ἱερὰ κατεστρέφετο: τὰ δὲ ἀγάλματα τῶν θεῶν μετεχωνεύετο εἰς λεβήτια, καὶ εἰς ἑτέρας χρείας τῆς Ἀλεξανδρέων ἐκκλησίας, τοῦ βασιλέως χαρισαμένου τοὺς θεοὺς εἰς δαπανήματα τῶν πτωχῶν. Πάντας οὖν τοὺς θεοὺς συντρίψας ὁ Θεόφιλος, ἓν ἄγαλμα τοῦδε τοῦ θεοῦ ἀχώνευτον τηρεῖσθαι κελεύσας, δημοσίᾳ προέστησεν: ἵνα, φησὶ, χρόνου προϊόντος μὴ ἀρνήσωνται οἱ Ἕλληνες τοιούτους προσκεκυνηκέναι θεούς. Ἐπὶ τούτῳ πάνυ ἀνιώμενον οἶδα Ἀμμώνιον τὸν γραμματικὸν, ὃς ἔλεγε, δεινὰ πεπονθέναι τὴν Ἑλλήνων θρησκείαν: ὅτι μὴ καὶ ὁ εἷς ἀνδριὰς ἐχωνεύθη, ἀλλ̓ ἐπὶ γέλωτι τῆς Ἑλλήνων θρησκείας φυλάττηται. Ἑλλάδιος δὲ παρὰ τισιν ηὔχει, ὡς ἐννέα εἴη ἄνδρας ἐν τῇ συμπληγάδι φονεύσας. Τὰ μὲν οὖν κατὰ τὴν Ἀλεξάνδρειαν τότε τοιαῦτα ἐγένετο.