Ancient Greek · ~5 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.15
Not analysed yet
Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας. Περὶ δὲ τὸν αὐτὸν χρόνον περὶ τὴν Συρίας Ἀντιόχειαν τάδε ἐγένετο. Παυλίνου τελευτήσαντος, ὁ ὑπ’ αὐτῷ λαὸς τὸν Φλαβιανὸν ἐξετρέπετο: καὶ διὰ τοῦτο παρασκευάζει χειροτονηθῆναι τοῦ οἰκείου μέρους Εὐάγριον. Τοῦ δὲ οὐ πολὺν ἐπιβιώσαντος χρόνον, ἕτερος εἰς τὸν τόπον αὐτοῦ οὐκέτι καθίσταται, Φλαβιανοῦ τοῦτο κατασκευάσαντος. Ὅσοι δὲ τὸν Φλαβιανὸν διὰ τὴν παράβασιν ἀπεστρέφοντο τῶν ὅρκων, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιοῦντο. Φλαβιανὸς δὲ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὑφ̓ αὑτῷ καὶ τούτους ποιήσασθαι: ὅπερ καὶ μικρὸν ὕστερον ἐξίσχυσε κατεργάσασθαι, τὴν ὀργὴν θεραπεύσας Θεοφίλου τότε τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, δἰ οὗ καὶ κατήλλαξε Δάμασον τὸν τῆς Ῥώμης ἐπίσκοπον. Ἀμφότεροι γὰρ πρὸς Φλαβιανὸν ἐχαλέπαινον οὐ μόνον διὰ τὸ ἐπιορκηκέναι, ἀλλ̓ ὅτι καὶ αἰτίαν παρεῖχε τοῦ χωρίζεσθαι τοὺς ὁμόφρονας. Θεραπευθεὶς οὖν τὴν ὀργὴν Θεόφιλος, πέμψας τε Ἰσίδωρον πρεσβύτερον, καταλλάσσει λυπούμενον Δάμασον, λυσιτελεῖν εἰπὼν δἰ ὁμόνοιαν τοῦ λαοῦ παριδεῖν τὸ φθάσαν Φλαβιανοῦ πλημμέλημα. Οὕτως τε τῷ Φλαβιανῷ τῆς κοινωνίας ἀποδοθείσης, ὁ ἐν Ἀντιοχείᾳ λαὸς κατὰ βραχὺ προϊόντος τοῦ χρόνου τὴν ὁμόνοιαν ἔστερξαν. Τὰ μὲν δὴ κατὰ Ἀντιόχειαν τοιοῦτον ἔσχε τὸ τέλος: οἱ γὰρ κατ̓ αὐτὴν Ἀρειανοὶ τῶν ἐκκλησιῶν ἐξωθηθέντες ἐν προαστείοις τῆς πόλεως τὰς συναγωγὰς ἐποιήσαντο. Ἐν τοσούτῳ δὲ καὶ Κύριλλον τὸν τῶν Ἱεροσολύμων ἐπίσκοπον τελευτήσαντα Ἰωάννης διαδέχεται.