Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.2
Not analysed yet
Ὡς Γρατιανὸς ὁ βασιλεὺς τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκ τῶν ἐξοριῶν ἀνακαλεσάμενος τοὺς αἱρετικοὺς τῶν ἐκκλησιῶν ἐξεδίωξε, καὶ κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο. Γρατιανὸς δὲ ἅμα τῷ νέῳ Οὐαλεντινιανῷ τῆς βασιλείας ἐγκρατὴς γενόμενος, καταγνούς τε τοῦ θείου Οὐάλεντος τῆς περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ’ ἐκείνου ἐξορισθέντας ἀνεκάλει: νόμῳ τε ἐθέσπισε, μετὰ ἀδείας ἑκάστην τῶν θρησκειῶν ἀδιορίστως ἐν τοῖς εὐκτηρίοις συνάγεσθαι: μόνους δὲ τῶν ἐκκλησιῶν εἴργειν Εὐνομιανοὺς, Φωτινιανοὺς, καὶ Μανιχαίους. Συνεωρακὼς δὲ κάμνουσαν τὴν Ῥωμαίων ἀρχὴν, καὶ τὰ βαρβάρων ἐπικρατοῦντα, καὶ ὅτι δεῖται τὰ δημόσια γενναίου ἀνδρὸς, κοινωνὸν προσλαμβάνει τῆς βασιλείας Θεοδόσιον, ἄνδρα ἐκ τῶν εὐπατριδῶν τῆς Ἱσπανίας καταγόμενον, πολλά τε κατὰ τοὺς πολέμους ἀγωνισάμενον, καὶ διὰ τοῦτο ἄξιον τῆς βασιλείας ἤδη πάλαι καὶ πρὸ τῆς Γρατιανοῦ χειροτονίας ὑπὸ πάντων κριθέντα. Ἀναγορεύσας οὖν αὐτὸν ἐν τῷ Σιρμίῳ, πόλις δὲ Ἰλλυριῶν αὕτη, ἐν ὑπατείᾳ Αὐσονίου καὶ Ὀλυβρίου, τῇ ἑκκαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, μερίζεται αὐτῷ τοὺς κατὰ βαρβάρων ἀγῶνας.