Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.3
Not analysed yet
Τίνες ἐπίσκοποι τῶν μεγάλων ἐκκλησιῶν τηνικαῦτα τὴν προστασίαν εἶχον. Κατὰ δὲ τὸν χρόνον τοῦτον, τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Δάμασος προΐστατο διαδεδεγμένος Λιβέριον: τῆς δὲ Ἱεροσολύμων ἔτι Κύριλλος ἐκράτει: ἡ δὲ ἐν Ἀντιοχείᾳ, ὡς ἔφημεν, τριχῆ διῄρητο. Τῶν μὲν γὰρ ἐκκλησιῶν Δωρόθεος ὁ Ἀρειανὸς μετὰ Εὐζώϊον ἐγκρατὴς ἐγένετο: τῶν δὲ ἄλλων οἱ μὲν ὑπὸ Παυλίνῳ, οἱ δὲ ὑπὸ Μελιτίῳ τῆς ἐξορίας ἀνακληθέντι ἐτάττοντο. Καὶ τῶν κατὰ Ἀλεξάνδρειαν δὲ, Ἀρειανῶν μὲν Λούκιος καὶ ἐν φυγῇ διάγων: τῆς δὲ ὁμοουσίου πίστεως Τιμόθεος μετὰ Πέτρον προΐστατο. Ἐν δὲ Κωνσταντινουπόλει τῶν μὲν ἐκκλησιῶν Δημόφιλος ἦν ἐγκρατὴς, ὁ μετὰ Εὐδόξιον τῆς Ἀρειανῆς προεστὼς θρησκείας: οἱ δὲ τοῦτον ἐκτρεπόμενοι καθ̓ ἑαυτοὺς τὰς συναγωγὰς ἐποιοῦντο.