Ancient Greek · ~15 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.21.1
Not analysed yet
Ὡς καὶ Ναυατιανοὶ καθ̓ ἑαυτοὺς ἐστασίασαν. Τῆς ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐκκλησίας ἐπὶ ἔτη τεσσαράκοντα προέστη Ἀγέλιος, ἀπὸ τῶν Κωνσταντίνου χρόνων ἕως εἰς τὸ ἕκτον ἔτος τῆς βασιλείας Θεοδοσίου, ὥς που καὶ πρότερον ἐμνημόνευσα. Τελευτῶν δὲ χειροτονεῖ εἰς τὸν τόπον ἑαυτοῦ Σισίννιον ἐπίσκοπον: ὃς πρεσβύτερος μὲν ἦν τῶν ὑπ’ αὐτῷ ταττομένων, ἐλλόγιμος δὲ ἄλλως, καὶ ὑπὸ Μαξίμου τοῦ φιλοσόφου ἅμα Ἰουλιανῷ τῷ βασιλεῖ τὰ φιλόσοφα παιδευθείς. Τοῦ δὲ λαοῦ τῶν Ναυατιανῶν μεμψαμένου τὴν χειροτονίαν, ὅτι μὴ μᾶλλον Μαρκιανὸν ἐπ’ εὐλαβείᾳ ἐκπρέποντα ἐχειροτόνησε, δἰ ὃν ἐπὶ Οὐάλεντος οἱ Ναυατιανοὶ ἀτάραχοι μεμενήκεσαν, ὁ Ἀγέλιος τὴν τοῦ λαοῦ παραμυθήσασθαι λύπην βουλόμενος, ἐπιχειροτονεῖ τὸν Μαρκιανόν. Καὶ μικρὸν ῥαΐσας τῆς νόσου πρόεισιν εἰς τὴν ἐκκλησίαν, καὶ προσεφώνει δἰ ἑαυτοῦ εἰπών: Μαρκιανὸν μὲν, φησὶν, ἔχετε μετ̓ ἐμέ: μετὰ δὲ Μαρκιανὸν, Σισίννιον. Ταῦτα προειπὼν, καὶ μικρὸν ἐπιβιοὺς χρόνον ἐτελεύτησε. Μαρκιανοῦ τοίνυν ἐπισκόπου τῶν Ναυατιανῶν καθεστῶτος, διῃρέθη καὶ ἡ αὐτῶν ἐκκλησία, ἐξ αἰτίας τοιαύτης. Σαββάτιος ἀπὸ Ἰουδαίων Χριστιανίσας, ὑπὸ Μαρκιανοῦ πρὸς τὴν τοῦ πρεσβυτέρου προβληθεὶς ἀξίαν, οὐδὲν ἧττον τῇ Ἰουδαϊκῇ προλήψει δουλεύειν ἐσπούδαζε: σὺν δὲ τούτῳ καὶ τῆς ἐπισκοπῆς ὠρέγετο δράξασθαι. Προσλαβὼν οὖν τῆς ἐπιθυμίας ἑαυτοῦ συνίστορας δύο πρεσβυτέρους Θεόκτιστον καὶ Μακάριον, τὴν καινοτομηθεῖσαν ἐπὶ τῆς βασιλείας Οὐάλεντος τοῦ Πάσχα ἑορτὴν ἐν Πάζῳ κώμῃ τῆς Φρυγίας, ὥς μοι καὶ πρότερον εἴρηται, διεκδικεῖν ἐβουλεύετο. Καὶ πρότερον μὲν προκαλύμματι χρώμενος τῇ ἀσκήσει, τῆς ἐκκλησίας ὑπανεχώρει, λυπεῖσθαι λέγων πρός τινας: ὑπονοεῖν γὰρ αὐτοὺς μὴ ἀξίους εἶναι τῆς τῶν μυστηρίων κοινωνίας: προϊὼν δὲ καὶ φανερὸς ἐγίνετο κατ̓ ἰδίαν συνάγειν βουλόμενος. Ταῦτα γνοὺς ὁ Μαρκιανὸς ἐμέμφετο μὲν τὴν ἐπὶ τῇ χειροτονίᾳ πλάνην, ὅτι οὕτω κενοδόξους ἀνθρώπους εἰς τὸ πρεσβυτέριον προηγάγετο. Καὶ δυσφορῶν ἔλεγε, βέλτιον ἦν ἐπ ἀκάνθαις τεθεικέναι τὰς χεῖρας τὰς ἑαυτοῦ, ἢ ὅτε τοὺς περὶ Σαββάτιον εἰς τὸ πρεσβυτέριον προεβάλετο.’ Παρασκευάζει δὲ σύνοδον Ναυατιανῶν ἐπισκόπων γενέσθαι ἐν Ἀγγάρῳ: ἐμπόριον δὲ τοῦτο ἐν Βιθυνίᾳ πλησίον τῆς Ἑλενουπόλεως κείμενον. Ἔνθα συναχθέντες μεταπέμπονται τὸν Σαββάτιον, καὶ προτιθέναι ἐπὶ τῆς συνόδου τὰς αἰτίας τῆς λύπης ἐκέλευον. Τοῦ δὲ τὴν διαφωνίαν τῆς ἑορτῆς αἰτίαν τῆς λύπης εἶναι λέγοντος, δεῖν γὰρ ἐπιτελεῖσθαι αὐτὴν ὡς καὶ Ἰουδαῖοι παρατηροῦσι, καὶ ὡς οἱ ἐν Πάζῳ συνελθόντες ἐτύπωσαν, ὑπονοήσαντες οἱ τῆς συνόδου φιλοκαθεδρίας ἕνεκεν προφασίζεσθαι τὸν Σαββάτιον, ὅρκῳ αὐτὸν κατασφαλίζονται, ὡς οὐδέποτε τὴν ἐπισκοπὴν καταδέξαιτο. Τοῦ δὲ ἐπὶ τούτοις ὀμόσαντος, ἐκφέρουσι κανόνα περὶ τῆς ἑορτῆς τοῦ. Πάσχα, ὃν ἐκάλεσαν ἀδιάφορον: φήσαντες, μὴ ἀξιόλογον εἶναι αἰτίαν πρὸς χωρισμὸν τῆς ἐκκλησίας τὴν διαφωνίαν τῆς ἑορτῆς: μηδὲ μὴν τοὺς ἐν Πάζῳ συναχθέντας πρόκριμα τῷ καθολικῷ κανόνι γενέσθαι: καὶ γὰρ τοὺς ἀρχαίους καὶ τοὺς ἐγγὺς τῶν ἀποστόλων, διαφωνοῦντας περὶ ταύτης τῆς ἑορτῆς, κοινωνεῖν τε ἀλλήλοις, καὶ μηδαμῶς διαφέρεσθαι. Ἄλλως τε καὶ τοὺς ἐν τῇ βασιλευούσῃ Ῥώμῃ Ναυατιανοὺς μηδέποτε ἠκολουθηκέναι Ἰουδαίοις: ἀλλὰ ποιοῦντας ἀεὶ μετ̓ ἰσημερίαν τὸ Πάσχα, μὴ διακρίνεσθαι πρὸς τοὺς οἰκείους τῆς πίστεως, τοὺς μὴ τὸν αὐτὸν τρόπον αὐτοῖς ἐπιτελοῦντας τὴν τοῦ Πάσχα ἑορτήν. Ταῦτα καὶ τοιαῦτα πολλὰ λογισάμενοι ὁρίζουσι τὸν ἀδιάφορον, ὡς ἔφην, περὶ τοῦ Πάσχα κανόνα: ἐφ̓ ᾧ τε ἕκαστον μὲν κατὰ τὴν συνήθειαν ἣν ἐκ προλήψεως ἔχει, ποιεῖν τὸ Πάσχα εἰ βούλοιτο: μὴ διαφέρεσθαι δὲ πρὸς τὴν κοινωνίαν, ἀλλὰ τοὺς διαφόρως ἑορτάζοντας εἶναι πάλιν ἐν ὁμονοίᾳ τῆς ἐκκλησίας. Τοῦ ὅρου τοίνυν τούτου περὶ τῆς ἑορτῆς τοῦ Πάσχα παῤ αὐτῶν τότε βεβαιωθέντος, ὁ Σαββάτιος τοῖς ὅρκοις δεθεὶς, εἴποτε διαπεφωνημένη ἐγένετο ἡ τοῦ Πάσχα ἑορτὴ, αὐτὸς καθ̓ ἑαυτὸν προλαμβάνων ἐνήστευε, καὶ νυκτερεύων τὴν νενομισμένην τοῦ σαββάτου ἡμέραν ἐπετέλει τοῦ Πάσχα: καὶ πάλιν τῇ ἑξῆς ἅμα πᾶσι κατὰ τὴν ἐκκλησίαν συνήγετο, καὶ τῶν μυστηρίων μετελάμβανεν: ἐποίει τε τοῦτο ἐπὶ ἔτη πολλά: καὶ διὰ τοῦτο λανθάνειν τοὺς πολλοὺς οὐκ ἠδύνατο. Διὸ καί τινες τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ τῆς Φρυγίας καὶ Γαλατίας ὁρμώμενοι; νομίζοντες ἑαυτοὺς ἐκ τούτου δικαιωθήσεσθαι, ἐζήλουν τε αὐτὸν, καὶ τὸ Πάσχα τὸν ἐκείνου τρόπον ἐπετέλουν λαθραίως. Ἀλλὰ Σαββάτιος ὑστέροις χρόνοις καὶ παρασυνῆξε καθ̓ ἑαυτὸν, μικρὰ τοῦ ὅρκου φροντίσας, καὶ τῶν ἀκολουθησάντων αὐτῷ καθέστη ἐπίσκοπος, ὡς προϊόντες δηλώσομεν.