Ancient Greek · ~60 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.22.1
Not analysed yet
Περὶ τῶν δοξάντων τῷ συγγραφεῖ διαφωνιῶν κατά τινας τόπους περὶ τοῦ Πάσχα καὶ βαπτισμάτων καὶ νηστειῶν καὶ γάμων καὶ συνάξεων καὶ λοιπῶν ἐκκλησιαστικῶν παρατηρήσεων. Ὃ δὲ ἡμῖν ὑποπίπτει περὶ τοῦ Πάσχα, οὐκ ἄκαιρον, ὡς ἡγοῦμαι, διὰ βραχέων εἰπεῖν: οὔ μοι δοκοῦσιν οὔτε οἱ πάλαι περὶ τῆς ἑορτῆς ταύτης εὐλόγως πεφιλονεικηκέναι, οὔτε οἱ νῦν Ἰουδαίοις ἐσπουδακότες ἀκολουθεῖν. Οὐ γὰρ εἰς νοῦν ἐβάλοντο, ὅτι τοῦ Ἰουδαϊσμοῦ μετατιθεμένου εἰς Χριστιανισμὸν, τὰ ἀκριβῆ καὶ τυπικὰ τοῦ Μωσαϊκοῦ νόμου ἐπαύσατο: καὶ τοῦτο αὐτόθεν τὴν οἰκείαν ἔχει ἀπόδειξιν. Ἰουδαΐζειν γὰρ Χριστιανοῖς οὐδὲ εἷς τοῦ Χριστοῦ νόμος ἐπέτρεψεν: ἐκ τοῦ ἐναντίου δὲ ὁ ἀπόστολος καὶ ἐκώλυσεν, οὐ μόνον τὴν περιτομὴν ἐκβάλλων, ἀλλὰ καὶ περὶ ἑορτῶν μὴ διακρίνεσθαι παραινῶν. Διὸ Γαλάταις γράφων φησί: Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Καὶ βραχέα περὶ τούτου διαλεχθεὶς, δοῦλον μὲν δείκνυσι τὸν τῶν Ἰουδαίων λαὸν, ἐπ’ ἐλευθερίᾳ δὲ κεκλῆσθαι τοὺς προσεληλυθότας Χριστῷ: παρῄνει δὲ καὶ μηδαμῶς παρατηρεῖσθαι ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς. Ἀλλὰ καὶ ἐν τῇ πρὸς Κολοσσαεῖς μεγάλῃ φησὶ τῇ φωνῇ, σκιὰν εἶναι τὰ παραφυλάγματα: διό, φησι: Μηδεὶς ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτου, ἅ τινά ἐστι σκιὰ τοῦ μέλλοντος. Καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ, ὁ αὐτὸς ἐπισφραγιζόμενος τὰ τοιαῦτα φησί: Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Οὐδαμοῦ τοίνυν ὁ ἀπόστολος οὐδὲ τὰ εὐαγγέλια ζυγὸν δουλείας τοῖς τῷ κηρύγματι προσελθοῦσιν ἐπέθηκαν: ἀλλὰ τὴν ἑορτὴν τοῦ Πάσχα καὶ τὰς ἄλλας ἑορτὰς τιμᾷν, τῇ εὐγνωμοσύνῃ τῶν εὐεργετηθέντων κατέλιπον. Ὅθεν ἐπειδὴ φιλοῦσι τὰς ἑορτὰς οἱ ἄνθρωποι διὰ τὸ ἀνίεσθαι τῶν πόνων ἐν αὐταῖς, ἕκαστοι κατὰ χώρας, ὡς ἐβουλήθησαν, τὴν μνήμην τοῦ σωτηριώδους πάθους ἐξ ἔθους τινὸς ἐπετέλεσαν. Οὐ γὰρ νόμῳ τοῦτο παραφυλάττειν ὁ Σωτὴρ ἢ οἱ ἀπόστολοι ἡμῖν παρήγγειλαν: οὐδὲ καταδίκην ἢ τιμωρίαν ἢ κατάραν, ὡς ὁ Μωϋσέως νόμος τοῖς Ἰουδαίοις, καὶ ἡμῖν τὰ εὐαγγέλια ἢ οἱ ἀπόστολοι διηπείλησαν. Ἱστορικῶς δὲ μόνον πρὸς διαβολὴν Ἰουδαίων, ὅτι ἐμιαιφόνουν κατὰ τὰς ἑορτὰς, ἐν τοῖς εὐαγγελίοις καὶ καιρῷ τῶν ἀζύμων πεπονθέναι ὁ Σωτὴρ ἀναγέγραπται. Σκοπὸς μὲν οὖν γέγονε τοῖς ἀποστόλοις οὐ περὶ ἡμερῶν ἑορταστικῶν νομοθετεῖν, ἀλλὰ βίον ὀρθὸν καὶ τὴν θεοσέβειαν εἰσηγήσασθαι. Ἐμοὶ δὲ φαίνεται, ὅτι ὥσπερ ἄλλα πολλὰ κατὰ χώρας συνήθειαν ἔλαβεν, οὕτω καὶ ἡ τοῦ Πάσχα ἑορτὴ παῤ ἑκάστοις ἐκ συνηθείας τινὸς ἰδιάζουσαν ἔσχε τὴν παρατήρησιν, διὰ τὸ μηδένα τῶν ἀποστόλων, ὡς ἔφην, μηδενὶ νενομοθετηκέναι περὶ αὐτῆς. Ὅτι δὲ ἐξ ἔθους μᾶλλον ἢ ἀπὸ νόμου παῤ ἑκάστοις ἐξ ἀρχαίου τὴν παρατήρησιν ἔλαβεν, αὐτὰ τὰ πράγματα δεικνύει. Πλεῖστοι γὰρ περὶ τὴν μικρὰν Ἀσίαν ἐξ ἀρχαίου τὴν τεσσαρεσκαιδεκάτην ἐτήρησαν, τὴν τοῦ σαββάτου ὑπεριδόντες ἡμέραν. Καὶ τοῦτο ποιοῦντες, πρὸς τοὺς ἑτέρως τὴν ἑορτὴν τοῦ Πάσχα ἐπιτελοῦντας οὐδέποτε διεφέροντο: ἕως ὁ τῆς Ῥώμης ἐπίσκοπος Βίκτωρ ἄμετρα θερμανθεὶς, ἀκοινωνησίαν τοῖς ἐν τῇ Ἀσίᾳ τεσσαρεσκαιδεκατίταις ἀπέστειλεν. Ἐφ̓ ᾧ γενομένῳ Εἰρηναῖος ὁ Λουγδούνου τῆς ἐν Γαλλίᾳ ἐπίσκοπος τοῦ Βίκτορος δἰ ἐπιστολῆς γενναίως κατέδραμεν, μεμψάμενος μὲν αὐτοῦ τὴν θερμότητα, διδάξας δὲ, ὡς καὶ οἱ πάλαι διαπεφωνημένως ἐπιτελοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν τῆς κοινωνίας οὐδαμῶς ἐχωρίζοντο. Καὶ ὅτι Πολύκαρπος ὁ τῆς Σμύρνης ἐπίσκοπος, ὁ ὕστερον ἐπὶ Γορδιανοῦ μαρτυρήσας, Ἀνικήτῳ τῷ ἐπισκόπῳ τῆς Ῥώμης ἐκοινώνει, μηδὲν διακρινόμενος περὶ ἑορτῆς πρὸς αὐτὸν, καίτοι καὶ αὐτὸς ἐξ ἐγχωρίου τῆς ἐν Σμύρνῃ συνηθείας, τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἐπιτελῶν, ὡς ἐν τῇ πέμπτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Εὐσέβιος λέγει. Τινὲς μὲν οὖν, ὡς ἔφην, κατὰ τὴν μικρὰν Ἀσίαν τὴν τεσσαρεσκαιδεκάτην παρετήρουν: τινὲς δὲ περὶ τὰ ἀνατολικὰ μέρη, τὸ σάββατον μὲν τῆς ἑορτῆς ἐτήρουν, διεφώνουν δὲ περὶ τὸν μῆνα. Οἱ μὲν γὰρ Ἰουδαίοις, καίτοι τὴν ἀκρίβειαν μὴ σώζουσι, δεῖν ἕπεσθαι περὶ τῆς ἑορτῆς ἔλεγον: οἱ δὲ μετ̓ ἰσημερίαν ἐπετέλουν, τὸ συνεορτάζειν Ἰουδαίοις ἐκτρεπόμενοι: φάσκοντες ἀεὶ τοῦ ἡλίου ἐν Κριῷ ὄντος καθήκειν τὸ Πάσχα ἐπιτελεῖν, τῷ Ξανθικῷ μὲν κατὰ Ἀντιοχέας μηνὶ Ἀπριλλίῳ δὲ κατὰ Ῥωμαίους. Καὶ τοῦτο ποιεῖν πειθομένους, μὴ τοῖς νῦν κατὰ πάντα πεπλανημένοις Ἰουδαίοις, ἀλλὰ τοῖς ἀρχαίοις, καὶ Ἰωσήπῳ, καθὰ ἐκεῖνος ἐν τῇ τρίτῃ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας φησίν. Ἀλλ̓ οὗτοι μὲν οὕτως πρὸς ἑαυτοὺς διεφώνουν: πάντες δὲ οἱ λοιποὶ ἄχρι τῶν ἑσπερίων μερῶν καὶ αὐτοῦ ὠκεανοῦ, μετὰ ἰσημερίαν ἐξ ἀρχαίας τινος παραδόσεως τὸ Πάσχα ποιήσαντες εὑρίσκονται. Οὗτοι γὰρ πάντες τοῦτον ποιοῦντες τὸν τρόπον, οὐδέποτε πρὸς ἑαυτοὺς διεφώνησαν: καὶ οὐχ ὥς τινες ἐπεθρύλησαν, ἡ ἐπὶ Κωνσταντίνου σύνοδος τὴν ἑορτὴν ταύτην παρέτρεψεν. Αὐτὸς γὰρ Κωνσταντῖνος τοῖς διαφωνοῦσι περὶ ταύτης τῆς ἑορτῆς γράφων παρῄνεσεν, ὅπως ἂν αὐτοὶ ὀλίγοι ὄντες μιμῶνται τοὺς πλείονας. Ἀλλὰ τὴν μὲν ὅλην τοῦ βασιλέως ἐπιστολὴν ἐν τῷ τρίτῳ βιβλίῳ Εὐσεβίου τῶν εἰς τὸν βίον Κωνσταντίνου εὑρήσεις. Τὸ δὲ ἐν αὐτῇ περὶ τῆς ἑορτῆς τοῦ Πάσχα μέρος τοῦτον ἔχει τὸν τρόπον: Ἔστι τε τάξις εὐπρεπὴς, ἣν ἅπασαι αἱ τῶν δυτικῶν καὶ μεσημβρινῶν καὶ ἀρκτῴων μερῶν τῆς οἰκουμένης παραφυλάττουσιν ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων. Οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν πάντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν̓ ὅπερ δ̓ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε, καὶ Ἀφρικὴν, καὶ ἅπασαν Αἴγυπτον, Ἱσπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις: λογιζομένη μὴ μόνον ὡς πλείων ἐστὶ κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Τοιαύτη μὲν ἡ τοῦ βασιλέως ἐπιστολή. Τεσσαρεσκαιδεκατῖται δέ φασιν, ὑπὸ Ἰωάννου τοῦ ἀποστόλου τὴν παρατήρησιν τῆς τεσσαρεσκαιδεκάτης παραδεδόσθαι αὐτοῖς: οἱ δὲ κατὰ τὴν Ῥώμην καὶ τὰ ἑσπέρια μέρη τοὺς ἀποστόλους Παῦλον καὶ Πέτρον τὴν ἐκεῖ παραδεδωκέναι συνήθειαν λέγουσιν. Ἀλλ̓ οὐδεὶς μὲν τούτων ἔγγραφον ἔχει παρασχεῖν τὴν περὶ τούτων ἀπόδειξιν: ὅτι μέντοι ἐκ συνηθείας τινὸς μᾶλλον κατὰ χώρας ἐπιτελεῖται ἡ τοῦ Πάσχα ἑορτὴ, ἐκεῖθεν τεκμαίρομαι. Οὐδεμία τῶν θρησκειῶν τὰ αὐτὰ ἔθη φυλάττει, κἂν τὴν αὐτὴν περὶ τούτων δόξαν ἀσπάζηται. Καὶ γὰρ οἱ τῆς αὐτῆς πίστεως ὄντες διαφωνοῦσι περὶ τὰ ἔθη πρὸς ἑαυτούς: διὸ μικρὰ περὶ τῶν κατὰ τὰς ἐκκλησίας ἐθῶν παραθέσθαι οὐκ ἄκαιρον. Αὐτίκα τὰς πρὸ τοῦ Πάσχα νηστείας, ἄλλως παῤ ἄλλοις φυλαττομένας ἐστὶν εὑρεῖν: οἱ μὲν γὰρ ἐν Ῥώμῃ, τρεῖς πρὸ τοῦ Πάσχα ἑβδομάδας, πλὴν σαββάτου καὶ Κυριακῆς, συνημμένας νηστεύουσιν. Οἱ δὲ ἐν Ἰλλυριοῖς καὶ ὅλῃ τῇ Ἑλλάδι, καὶ οἱ ἐν Ἀλεξανδρείᾳ, πρὸ ἑβδομάδων ἓξ τὴν πρὸ τοῦ Πάσχα νηστείαν νηστεύουσι, Τεσσαρακοστὴν αὐτὴν ὀνομάζοντες. Ἄλλοι δὲ παρὰ τούτους, οἱ πρὸ ἑπτὰ τῆς ἑορτῆς ἑβδομάδων τῆς νηστείας ἀρχόμενοι, καὶ τρεῖς μόνας πενθημέρους ἐκ διαλειμμάτων νηστεύοντες, οὐδὲν ἧττον καὶ αὐτοὶ Τεσσαρακοστὴν τὸν χρόνον τοῦτον καλοῦσι. Καὶ θαυμάσαι μοι ἔπεισι, πῶς οὗτοι περὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν διαφωνοῦντες Τεσσαρακοστὴν αὐτὴν ὀνομάζουσι: καὶ ἄλλος ἄλλον λόγον τῆς ὀνομασίας εὑρεσιλογοῦντες ἀποδιδόασιν. Ἔστι δὲ εὑρεῖν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν νηστείων διαφωνοῦντας, ἀλλὰ καὶ τὴν ἀποχὴν τῶν ἐδεσμάτων οὐχ ὁμοίαν ποιουμένους: οἱ μὲν γὰρ πάντῃ ἐμψύχων ἀπέχονται, οἱ δὲ τῶν ἐμψύχων ἰχθῦς μόνους μεταλαμβάνουσι. Τινὲς δὲ σὺν τοῖς ἰχθύσι καὶ τῶν πτηνῶν ἀπογεύονται, ἐξ ὕδατος καὶ αὐτὰ κατὰ τὸν Μωϋσέα γεγενῆσθαι λέγοντες. Οἱ δὲ καὶ ἀκροδρύων καὶ ὠῶν ἀπέχονται: τινὲς δὲ καὶ ξηροῦ ἄρτου μόνου μεταλαμβάνουσιν: ἄλλοι δὲ οὐδὲ τούτου. Ἕτεροι δὲ ἄχρις ἐννάτης ὥρας νηστεύοντες διάφορον ἔχουσι τὴν ἑστίασιν: ἄλλως τε παῤ ἄλλοις φύλοις καὶ μυρίαι αἰτίαι οὖσαι τυγχάνουσι. Καὶ ἐπειδὴ οὐδεὶς περὶ τούτου ἔγγραφον ἔχει δεῖξαι παράγγελμα, δῆλον ὡς καὶ περὶ τούτου τῇ ἑκάστου γνώμῃ καὶ προαιρέσει ἐπέτρεψαν οἱ ἀπόστολοι, ἵνα ἕκαστος μὴ φόβῳ, μηδὲ ἐξ ἀνάγκης τὸ ἀγαθὸν κατεργάζοιτο. Τοιαύτη μὲν καὶ περὶ νηστειῶν διαφωνία κατὰ τὰς ἐκκλησίας ἐστί: περὶ δὲ συνάξεων ἕτερα τοιαῦτα. Τῶν γὰρ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησιῶν ἐν ἡμέρᾳ σαββάτων κατὰ πᾶσαν ἑβδομάδος περίοδον ἐπιτελουσῶν τὰ μυστήρια, οἱ ἐν Ἀλεξανδρείᾳ καὶ οἱ ἐν Ῥώμῃ ἔκ τινος ἀρχαίας παραδόσεως τοῦτο ποιεῖν παρῃτήσαντο. Αἰγύπτιοι δὲ γείτονες ὄντες Ἀλεξανδρέων, καὶ οἱ τὴν Θηβαΐδα οἰκοῦντες, ἐν σαββάτῳ μὲν ποιοῦνται συνάξεις: οὐχ ὡς ἔθος δὲ Χριστιανοῖς τῶν μυστηρίων μεταλαμβάνουσι. Μετὰ γὰρ τὸ εὐωχηθῆναι καὶ παντοίων ἐδεσμάτων ἐμφορηθῆναι, περὶ ἑσπέραν προσφέροντες, τῶν μυστηρίων μεταλαμβάνουσιν. Αὖθις δὲ ἐν Ἀλεξανδρείᾳ τῇ τετράδι καὶ τῇ λεγομένῃ παρασκευῇ γραφαί τε ἀναγινώσκονται, καὶ οἱ διδάσκαλοι ταύτας ἑρμηνεύουσι, πάντα τε τὰ συνάξεως γίνεται, δίχα τῆς τῶν μυστηρίων τελετῆς. Καὶ τοῦτο ἐστὶν ἐν Ἀλεξανδρείᾳ ἔθος ἀρχαῖον: καὶ γὰρ Ὠριγένης τὰ πολλὰ ἐν ταύταις ταῖς ἡμέραις φαίνεται ἐπὶ τῆς ἐκκλησίας διδάξας. Ὅς τις σοφὸς ὢν διδάσκαλος, καὶ κατιδὼν ὅτι τὸ ἀδύνατον τοῦ νόμου Μωϋσέως ἀσθενεῖ πρὸς τὸ γράμμα ἀποδοθῆναι, τὸν περὶ τοῦ Πάσχα λόγον εἰς θεωρίαν ἀνήγαγεν: ἓν πάσχα μόνον ἀληθινὸν γεγενῆσθαι λέγων, ὅπερ ὁ Σωτὴρ ἐπετέλεσεν, ἐνεργήσας κατὰ τῶν ἀντικειμένων δυνάμεων, διὰ τοῦ προσομιλῆσαι τῷ σταυρῷ, τροπαίῳ τούτῳ κατὰ τοῦ διαβόλου χρησάμενος. Ἐν τῇ αὐτῇ δὲ Ἀλεξανδρείᾳ ἀναγνῶσται καὶ ὑποβολεῖς ἀδιάφορον εἴτε κατηχούμενοι εἰσὶν εἴτε πιστοὶ, τῶν πανταχοῦ ἐκκλησιῶν πιστοὺς εἰς τὸ τάγμα τοῦτο προβαλλομένων. Ἔγνων δὲ ἐγὼ καὶ ἕτερον ἔθος ἐν Θεσσαλίᾳ: γενόμενος κληρικὸς ἐκεῖ, ἣν νόμῳ γαμήσας πρὶν κληρικὸς γένηται, μετὰ τὸ κληρικὸς γενέσθαι συγκαθευδήσας αὐτῇ ἀποκήρυκτος γίνεται: τῶν ἐν ἀνατολῇ πάντων γνώμῃ ἀπεχομένων, καὶ τῶν ἐπισκόπων εἰ καὶ βούλοιντο, οὐ μὴν ἀνάγκῃ νόμου τοῦτο ποιούντων: πολλοὶ γὰρ αὐτῶν ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς καὶ παῖδας ἐκ τῆς νομίμης γαμετῆς πεποιήκασιν. Ἀλλὰ τοῦ μὲν ἐν Θεσσαλίᾳ ἔθους ἀρχηγὸς Ἡλιόδωρος, Τρίκκης τῆς ἐκεῖ γενόμενος, οὗ λέγεται πονήματα ἐρωτικὰ βιβλία, ἃ νέος ὢν συνέταξε, καὶ Αἰθιοπικὰ προσηγόρευσε: φυλάσσεται δὲ τοῦτο τὸ ἔθος ἐν Θεσσαλονίκῃ καὶ αὐτῇ Μακεδονίᾳ καὶ Ἑλλάδι. Καὶ ἄλλο δὲ ἔθος ἐν Θεσσαλίᾳ οἶδα γινόμενον: ἐν ταῖς ἡμέραις τοῦ Πάσχα μόνον βαπτίζουσι: διὸ σφόδρα πλὴν ὀλίγων οἱ λοιποὶ μὴ βαπτισθέντες ἀποθνήσκουσιν. Ἐν Ἀντιοχείᾳ δὲ τῆς Συρίας ἡ ἐκκλησία ἀντίστροφον ἔχει τὴν θέσιν: οὐ γὰρ πρὸς ἀνατολὰς τὸ θυσιαστήριον, ἀλλὰ πρὸς δύσιν ὁρᾷ. Ἐν Ἑλλάδι δὲ καὶ Ἱεροσολύμοις καὶ Θεσσαλίᾳ τὰς ἐν ταῖς λυχναψίαις εὐχὰς παραπλησίως τοῖς ἐν Κωνσταντινουπόλει Ναυατιανοῖς ποιοῦνται. Ὁμοίως δὲ καὶ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ ἐν Κύπρῳ, ἐν ἡμέρᾳ σαββάτου καὶ Κυριακῆς ἀεὶ περὶ ἑσπέραν μετὰ τῆς λυχναψίας οἱ πρεσβύτεροι καὶ ἐπίσκοποι τὰς γραφὰς ἑρμηνεύουσιν. Οἱ ἐν Ἑλλησπόντῳ Ναυατιανοὶ οὐχ ὁμοίως κατὰ πάντα τοῖς ἐν Κωνσταντινουπόλει ποιοῦνται τὰς εὐχὰς, παραπλησίως δὲ παρὰ πολλὰ τῇ κρατούσῃ ἐκκλησίᾳ. Καθόλου μέντοι πανταχοῦ καὶ παρὰ πάσαις θρησκείαις, τῶν εὐχῶν οὐκ ἔστιν εὑρεῖν συμφωνούσας ἀλλήλαις δύο ἐπὶ τὸ αὐτό. Πρεσβύτερος ἐν Ἀλεξανδρείᾳ οὐ προσομιλεῖ: καὶ τοῦτο ἀρχὴν ἔλαβεν, ἀφ̓ οὗ Ἄρειος τὴν ἐκκλησίαν ἐτάραξεν. Ἐν Ῥώμῃ πᾶν σάββατον νηστεύουσιν. Ἐν Καισαρείᾳ τῆς Καππαδοκίας τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἐξωθοῦσι τῆς κοινωνίας, ὡς οἱ Ναυατιανοί: τὸ αὐτὸ δὲ καὶ Μακεδονιανοὶ ἐν Ἑλλησπόντῳ ποιοῦσι, καὶ οἱ ἐν Ἀσίᾳ Τεσσαρεσκαιδεκατῖται. Οἱ Ναυατιανοὶ οἱ περὶ Φρυγίαν διγάμους οὐ δέχονται: οἱ δὲ ἐν τῇ Κωνσταντινουπόλει οὔτε φανερῶς δέχονται οὔτε φανερῶς ἐκβάλλουσι: ἐν δὲ τοῖς ἑσπερίοις μέρεσι φανερῶς δέχονται. Αἴτιοι γὰρ, ὡς ἡγοῦμαι, τῆς τοιαύτης διαφωνίας οἱ κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστῶτες: οἱ δὲ ταῦτα παραλαβόντες ὡς νόμον τοῖς ἐπιγινομένοις παρέπεμψαν. Πάντα δὲ τὰ ἐν ταῖς ἐκκλησίαις ἔθη κατὰ πόλεις καὶ χώρας γενόμενα ἐγγράφειν ἐργῶδες, μᾶλλον δὲ ἀδύνατον. Ἱκανὰ μέντοι καὶ τὰ παρατεθέντα πρὸς ἀπόδειξιν τοῦ τὴν ἑορτὴν τοῦ Πάσχα ἐκ συνηθείας τινὸς κατὰ χώρας διάφορον ἐσχηκέναι τιμήν. Διὸ περιττολογοῦσιν οἱ τὴν ἐν Νικαίᾳ συνόδον παρατρέψαι τὸ Πάσχα ἐπιθρυλήσαντες: οἱ γὰρ ἐκεῖσε συνελθόντες τοὺς λαοὺς εἰς συμφωνίαν ἄγειν ἐσπούδασαν πρὸς τοὺς πολλῷ πλείονας διαφωνοῦντας τὸ πρότερον. Ὅτι δὲ εὐθὺς ἐπὶ τῶν ἀποστολικῶν χρόνων πολλαὶ διαφωνίαι διὰ τὰ τοιαῦτα ἐγίνοντο, οὐδὲ αὐτοὺς τοὺς ἀποστόλους διέλαθεν, ὡς μαρτυρεῖ ἡ βίβλος τῶν Πράξεων. Ἐπεὶ γὰρ ἔγνωσαν οἱ ἀπόστολοι ταραχὴν ἐκ τῆς διαφωνίας τῶν ἐθνῶν κινουμένην τοῖς πιστεύουσι, πάντες ἅμα γενόμενοι θεῖον νόμον ἐθέσπισαν, ἐν τύπῳ ἐπιστολῆς καταγράψαντες. Δἰ οὗ τῆς βαρυτάτης μὲν περὶ τῶν τοιούτων δουλείας τε καὶ ἐρεσχελίας τοὺς πιστεύοντας ἠλευθέρωσαν: ὑποτύπωσιν δὲ ἀσφαλῆ τῆς ὀρθῆς πολιτείας, καὶ πρὸς τὴν ἀληθῆ θεοσέβειαν ἄγουσαν ἐδίδαξαν, μόνα ὅσα ἀναγκαίως δεῖ φυλάττειν μηνύσαντες. Ἀλλ̓ ἡ μὲν ἐπιστολὴ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγέγραπται: οὐδὲν δὲ κωλύει καὶ ἐνταῦθα προσκεῖσθαι. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ ἠκούσαμεν ὅτι τινες ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα: ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ τε καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὴν ψυχὴν αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας ταῦτα. Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων: ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας: ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ἔρρωσθε. Ταῦτα μὲν ἔδοξε τῷ Θεῷ: τοῦτο γάρ φησιν ἡ ἐπιστολὴ, ὅτι ἔδοξε τῷ Ἁγίῳ Πνεύματι, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες ὀφειλόντων φυλάττεσθαι. Τινὲς δὲ τούτων ἀμελήσαντες ἀδιάφορον μὲν πᾶσαν πορνείαν ἡγοῦνται, περὶ δὲ ἡμερῶν ἑορτῆς ὡς περὶ ψυχῆς ἀγωνίζονται: ἀντιστρέψαντες μὲν τὰ τοῦ Θεοῦ παραγγέλματα, καὶ νομοθετοῦντες ἑαυτοῖς, παῤ οὐδὲν δὲ τὴν τῶν ἀποστόλων νομοθεσίαν τιθέμενοι: λανθάνοντες ἑαυτοὺς, ὅτι ἐναντία οἷς τῷ Θεῷ ἔδοξε πράττουσι. Δυνατὸν μὲν οὖν τὸν περὶ τοῦ Πάσχα λόγον ἔτι πλέον ἐκτεῖναι, καὶ δεῖξαι ὡς οὐδὲ Ἰουδαῖοι τῶν περὶ τοῦ Πάσχα χρόνων τὴν ἀκρίβειαν ἢ τύπον φυλάττουσιν: ὅπως τε Σαμαρεῖς, ἀπόσχισμα ὄντες Ἰουδαίων, ἀεὶ μετ̓ ἰσημερίαν τὴν ἑορτὴν ταύτην ἐπιτελοῦσιν. Ἀλλὰ ἡ τοιαύτη ὑπόθεσις ἰδιαζούσης χρῄζει καὶ μακροτέρας ἐκθέσεως: ἐκεῖνο δὲ μόνον φημὶ, ὅτι οἱ φιλοῦντες Ἰουδαίοις ἀκολουθεῖν, καὶ περὶ τοὺς τύπους ἀκριβολογούμενοι, οὐδενὶ τρόπῳ τούτων ἐκπίπτειν ὀφείλουσιν. Εἰ γὰρ ὅλως ἀκριβολογεῖσθαι προῄρηνται, οὐκ ὀφείλουσιν ἡμέρας μόνον καὶ μῆνας παρατηρεῖν, ἀλλὰ καὶ τὰ ἄλλα ὅσα ὁ Χριστὸς ὑπὸ νόμον γενόμενος Ἰουδαϊκῶς ἔπραττεν, ἢ ὑπέμεινεν ὑπὸ Ἰουδαίων ἀδικούμενος, ἢ εὐεργετῶν τοὺς πάντας τυπικῶς κατειργάζετο. Ἐν πλοίῳ εἰσελθὼν ἐδίδασκεν: εἰς ἀνώγεον οἴκημα τὸ Πάσχα εὐτρεπισθῆναι ἐκέλευσεν: ὄνον δεδεμένην λυθῆναι προσέταττεν: τὸν βαστάζοντα κεράμιον ὕδατος, σημεῖον ἐδίδου τοῖς εἰς τὸ Πάσχα σπουδάζουσι: καὶ ἄλλα ὅσα μυρία ἐν Εὐαγγελίοις γέγραπται. Καὶ τούτων οὐδὲν σωματικῶς παραφυλάττειν σπουδάζουσιν οἱ διὰ ἑορτὴν δικαιωθῆναι νομίζοντες. Οὐ γάρ τις τῶν διδασκάλων ἐκ πλοίου ποτὲ τὴν διδασκαλίαν πεποίηται: οὐκ εἰς ἀνώγεόν τις οἴκημα ἐκ παντὸς τελέσαι τὸ Πάσχα ἐσπούδασεν: οὐκ ὄνον δεδεμένην δήσαντες αὖθις ἐπέλυσαν: οὐ κεράμιον ὕδατος βαστάσαι τινὶ ἐπέτρεψαν, ἵνα τὰ σύμβολα πληρωθῇ: ταῦτα γὰρ καὶ τὰ τοιαῦτα Ἰουδαϊκὰ μᾶλλον ἡγήσαντο. Ἰουδαῖοι γὰρ τὰ συμβαίνοντα ἐν τοῖς σώμασι μᾶλλον ἢ ταῖς ψυχαῖς σώζειν σπουδάζουσι: διὸ καὶ ἔνοχοι τῇ κατάρᾳ γίνονται, ὅτι τὸν νόμον Μωϋσέως ἐν τύποις οὐ μὴν πρὸς ἀλήθειαν ἐκλαμβάνουσιν. Οἱ δὲ φίλοι τοῖς Ἰουδαίοις ταῦτα μὲν εἰς θεωρίαν ἄγουσι: περὶ δὲ ἡμερῶν καὶ μηνῶν ἄσπονδον αἱροῦνται πόλεμον, τὴν περὶ τούτων θεωρίαν πατήσαντες: ὡς ἐξ ἀνάγκης καὶ αὐτοὺς κατὰ τοῦτο τὸ μέρος ὅμοια Ἰουδαίοις καταδικάζεσθαι, τὴν ἐκ τῆς κατάρας ψῆφον αὐτοῖς ἐπιφέροντας. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι: ἐπαναδράμωμεν δὲ εἰς τὸ προκείμενον, οὗ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην: ὡς ἡ ἐκκλησία διαιρεθεῖσα οὐκ ἐνέμεινε τῇ γενομένῃ πρώτῃ διαιρέσει: καὶ ὡς οἱ διαιρεθέντες καθ̓ ἑαυτῶν πάλιν ἐχώρουν, μικρᾶς τε καὶ εὐτελοῦς προφάσεως λαμβανόμενοι ἀλλήλων διεχωρίζοντο. Ναυατιανοὶ μὲν οὖν, ὡς ἔφην, διὰ τὴν τοῦ Πάσχα ἑορτὴν διῃρέθησαν: καὶ περὶ τούτου οὐ μίαν μόνην διαίρεσιν ἔχουσιν: ἄλλοι γὰρ ἄλλως κατὰ ἐπαρχίας, οὐ μόνον περὶ μηνὸς, ἀλλ̓ ἤδη καὶ περὶ περὶ ἑβδομάδος ἡμερῶν, καὶ περὶ ἑτέρων εὐτελῶν διαφερόμενοι, πῆ μὲν διακρίνονται, πῆ δὲ καὶ ἐπιμίγνυνται.