Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.24
Not analysed yet
Ὡς καὶ Εὐνομιανοὶ πρὸς ἑαυτοὺς ἐστασίασαν, διαφόρους προσωνυμίας ἐκ τῶν προεστώτων κτησάμενοι. Ἀλλὰ μὴν, οὐδὲ οἱ ἀπὸ Εὐνομίου ἀδιαίρετοι μεμενήκασιν: αὐτὸς μὲν γὰρ Εὐνόμιος ἤδη πρότερον Εὐδοξίου τοῦ χειροτονήσαντος αὐτὸν ἐπίσκοπον Κυζίκου κεχώριστο, πρόφασιν λαβὼν, ὅτι Ἀέτιὁ̣?ʼ τὸν αὐτοῦ διδάσκαλον ἐκβληθέντα οὐ προσεδέχετο: οἱ δὲ ἀπ̓ αὐτοῦ εἰς διάφορα διῃρέθησαν. Πρῶτον μὲν γὰρ Θεοφρόνιός τις Καππαδόκης, ὑπὸ Εὐνομίῳ τὰ ἐριστικὰ παιδευθεὶς, καὶ παχυμερῶς τὰς Ἀριστοτέλους Κατηγορίας καὶ τὸ περὶ ἑρμηνείας νοήσας, συντάξας βιβλία περὶ τῆς γυμνασίας τοῦ νοῦ ἐπέγραψε. Προσοχθίσας δὲ τοῖς ἑαυτοῦ ὁμοθρήσκοις, ὡς ἀποστατήσας αὐτῶν ἐκβέβληται: καὶ παρασυνάξας αὐτοῖς, ἀφ̓ ἑαυτοῦ ἐπώνυμον αἵρεσιν καταλέλοιπε. Καὶ ἐν τῇ Κωνσταντινουπόλει δὲ Εὐτύχιός τις ἐκ ψυχροῦ ζητήματος ἐχωρίσθη τῶν Εὐνομιανῶν, καὶ νῦν τὰς συνάξεις κατ̓ ἰδίαν ποιεῖται. Ὀνομάζονται οὖν οἱ μὲν Θεοφρονίῳ ἀκολουθήσαντες Εὐνομιοθεοφρονιανοί: οἱ δὲ Εὐτυχίῳ Εὐνομιοευτυχιανοί. Ὁποῖα δὲ ψυχρὰ ῥημάτιά ἐστι περὶ ὧν διαφέρονται, παραδοῦναι τῇ ἱστορίᾳ οὐκ ἄξιον εἶναι κέκρικα, ἵνα μὴ εἰς ἕτερα ἀποκλίνω τὸν λόγον: πλὴν ὅτι τὸ βάπτισμα παρεχάραξαν: οὐ γὰρ εἰς τὴν Τριάδα, ἀλλ̓ εἰς τὸν τοῦ Χριστοῦ βαπτίζουσι θάνατον. Γέγονε δὲ ἐπὶ χρόνον τινὰ καὶ ἐν Μακεδονιανοῖς διχόνοια, Εὐτροπίου μὲν πρεσβυτέρου ἰδίᾳ συνάγοντος, Καρτερίου δὲ μὴ συναινοῦντος αὐτῷ. Ἴσως δ̓ ἂν καὶ ἄλλαι τινες εἶεν θρησκεῖαι ἐκ τούτων γινόμεναι ἐν ταῖς ἄλλαις τῶν πόλεων. Ἐγὼ δὲ ἐν τῇ Κωνσταντινουπόλει τὰς διατριβὰς ποιούμενος, ἐν ᾗ ἐτέχθην τε καὶ ἀνετράφην, τὰ ἐν αὐτῇ γενόμενα πλατύτερον διηγοῦμαι: ὅτι τινα τούτων καὶ αὐτοψίᾳ ἱστόρησα, καὶ ὅτι λαμπρότερα τὰ ἐν αὐτῇ γενόμενα, καὶ ἄξια μνήμης καθέστηκε: ταῦτα μὲν οὖν οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἀλλὰ κατὰ διαφόρους συνέβη γενέσθαι καιρούς. Εἰ δέ σοι φίλον ὀνόματα διαφόρων μανθάνειν αἱρέσεων, τῷ ἐπιγραφομένῳ Ἀγκυρωτῷ βιβλίῳ, ὃ συνέταξεν ὁ Κυπρίων ἐπίσκοπος Ἐπιφάνιος, ἐντυγχάνων διδάσκου. Περὶ μὲν δὴ τούτων ἀποχρώντως εἰρήσθω: τὰ δὲ δημόσια πράγματα πάλιν ἐταράττετο ἐξ αἰτίας τοιαύτης.