Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.25
Not analysed yet
Περὶ τῆς τυραννίδος Εὐγενίου, καὶ τῆς Οὐαλεντινιανοῦ τοῦ μικροῦ ἀναιρέσεως, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ τυράννου νίκης. Κατὰ τὰ ἑσπέρια μέρη γραμματικός τις ὀνόματι Εὐγένιος, Ῥωμαϊκοὺς παιδεύων λόγους, ἀφεὶς τὰ παιδευτήρια ἐν τοῖς βασιλείοις ἐστρατεύετο, καὶ ἀντιγραφεὺς τοῦ βασιλέως καθίσταται Διὰ δὲ τὸ εἶναι ἐλλόγιμος πλέον τῶν ἄλλων τιμώμενος, τὴν τύχην μετρίως οὐκ ἔνεγκεν. Ἀλλὰ συνεργὸν λαβὼν Ἀρβογάστην, ὃς ἐκ τῆς μικρᾶς Γαλατίας ὁρμώμενος στρατιωτικοῦ μὲν τάγματος ἡγεμὼν ἐτύγχανεν ὢν, τὸν δὲ τρόπον χαλεπὸς καὶ μιαιφονώτατος, εἰς τυραννίδα ἀπέκλινε. Βουλεύουσιν οὖν ἄμφω φόνον κατὰ τοῦ βασιλέως Οὐαλεντινιανοῦ, τοὺς ἐπικοιτωνίτας εὐνούχους ὑπεισελθόντες. Οἳ δὲ ὑποσχέσεις μειζόνων ἢ εἶχον ἀξιωμάτων δεξάμενοι καθεύδοντα τὸν βασιλέα ἀπέπνιξαν. Εὐθὺς οὖν ὁ Εὐγένιος ἐγκρατὴς τῶν ἐν τοῖς ἑσπερίοις μέρεσι πραγμάτων γενόμενος, ἔπραττεν ὅσα εἰκὸς ἦν ὑπὸ τυράννου γίνεσθαι. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Θεοδόσιος αὖθις ἐν φροντίσι μεγίσταις καθίστατο, δευτέρων ἀγώνων τῶν μετὰ Μάξιμον προκειμένης ὁδοῦ. Συγκροτήσας οὖν τὰς στρατιωτικὰς δυνάμεις, καὶ τὸν υἱὸν Ὁνώριον ἀναγορεύσας βασιλέα, ἐν τῇ ἑαυτοῦ τρίτῃ ὑπατείᾳ καὶ Ἀβουνδαντίου, τῇ δεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, αὖθις ἐπὶ τὰ ἑσπέρια μέρη μετὰ σπουδῆς ἐπορεύετο, καταλιπὼν ἀμφοτέρους υἱοὺς ἐν τῇ Κωνσταντινουπόλει βασιλεύοντας. Ἀπιόντι δὲ αὐτῷ ἐπὶ τὸν κατὰ Εὐγενίου πόλεμον πλεῖστοι τῶν πέραν τοῦ Ἴστρου βαρβάρων ἐπηκολούθουν, συμμαχεῖν κατὰ τοῦ τυράννου προαιρούμενοι. Οὐ πολλοῦ δὲ διαγενομένου χρόνου, τὰς Γαλλίας κατέλαβε σὺν δυνάμει πολλῇ: ἐκεῖ γὰρ ηὐτρεπίζετο ἔχων καὶ αὐτὸς στρατοῦ μυριάδας πολλάς. Γίνεται οὖν συμβολὴ περὶ τὸν ποταμὸν τὸν καλούμενον Φρίγδον, ὃς ἀπέχει Καθ̓ ὃ μὲν οὖν μέρος Ῥωμαῖοι πρὸς Ῥωμαίους συνεπλέκοντο, ἰσόπαλος ἦν ἡ μάχη: καθ̓ ὃ δὲ οἱ συμμαχοῦντες τῷ βασιλεῖ Θεοδοσίῳ βάρβαροι, κατ̓ ἐκεῖνο οἱ Εὐγενίου μᾶλλον ἐπεκράτουν. Ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς βαρβάρους ἀπολλυμένους, ἐν μεγίστῳ τε ἀγῶνι γενόμενος, χαμαὶ ῥίψας ἑαυτὸν βοηθὸν ἐκάλει Θεὸν, καὶ τῆς αἰτήσεως οὐκ ἠστόχησεν. Βακούριος γὰρ ὁ στρατηλάτης αὐτοῦ τοσοῦτον ἐπερρώσθη, ὥστε σὺν τοῖς πρωταγωνισταῖς εἰσδραμεῖν, καθ̓ ὃ μέρος οἱ βάρβαροι ἐδιώκοντο: καὶ διαρρήσσει μὲν τὰς φάλαγγας, τρέπει δὲ εἰς φυγὴν τοὺς πρὸ βραχέως διώκοντας. Ἐπιγίνεται δὲ καὶ ἄλλο θαύματος ἄξιον: ἄνεμος γὰρ σφοδρὸς ἐπιπνεύσας τὰ πεμπόμενα βέλη παρὰ τῶν Εὐγενίου κατ̓ αὐτῶν περιέτρεπεν: οὐ μὴν ἀλλὰ καὶ τὰ τῶν ἀντιπάλων μετὰ σφοδροτέρας τῆς ὁρμῆς ἔφερε κατ̓ αὐτῶν: τοσοῦτον ἴσχυσεν ἡ τοῦ βασιλέως εὐχή. Τοῦτον δὴ τὸν τρόπον γενομένης τῆς τοῦ πολέμου τροπῆς, ὁ τύραννος προσδραμὼν τοῖς τοῦ βασιλέως ποσὶν ἐδέετο σωτηρίας τυχεῖν: ἀλλὰ πρὸς τοῖς ποσὶ τοῖς αὐτοῦ ὑπὸ τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη. Ταῦτα πέπρακται τῇ ἕκτῃ τοῦ Σεπτεμβρίου μηνὸς, ἐν ὑπατείᾳ Ἀρκαδίου τὸ τρίτον καὶ Ὁνωρίου τὸ δεύτερον. Ἀρβογάστης δὲ, ὁ τῶν τηλικούτων κακῶν αἴτιος, μετὰ δύο τῆς συμβολῆς ἡμέρας φεύγων, ὡς ἔγνω οὐκ εἶναι αὐτῷ βιώσιμα, τῷ οἰκείῳ ξίφει ἑαυτὸν διεχρήσατο.