Ancient Greek · ~5 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.5
Not analysed yet
Περὶ τῶν ἐν Ἀντιοχείᾳ διὰ Παυλῖνον καὶ Μελίτιον τηνικαῦτα συμβάντων. Τότε δὴ καὶ τὰ κατὰ Ἀντιόχειαν τὴν ἐν Συρίᾳ διὰ Μελίτιον φιλονεικίαν ἔσχεν τοιάνδε. Φθάσαντες εἴπομεν, ὅτι Παυλῖνος ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος δἰ ὑπερβάλλουσαν εὐλάβειαν εἰς ἐξορίαν οὐκ ἐπέμπετο. Μελίτιος δὲ μετὰ τὴν ὑπὸ Ἰουλιανοῦ ἀνάκλησιν, πάλιν ὑπὸ Οὐάλεντος ἐξορισθεὶς, ὕστερον ἐπὶ Γρατιανοῦ ἀνεκλήθη: ἐλθών τε εἰς Ἀντιόχειαν, κατέλαβε Παυλῖνον ἤδη γηραιὸν ὄντα. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι σπουδὴν ἐτίθεντο σύνθρονον γενέσθαι Παυλίνῳ τὸν Μελίτιον. Τοῦ δὲ Παυλίνου λέγοντος, παρὰ κανόνας εἶναι σύνθρονον λαβεῖν τὸν ὑπὸ Ἀρειανῶν χειροτονηθέντα, ἐκβιάζεται ὁ λαός: καὶ ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν παρασκευάζουσιν ἐνθρονισθῆναι αὐτόν. Τούτου γενομένου, πολλὴ φιλονεικία κεκίνητο: μετὰ δὲ ταῦτα εἰς ὁμόνοιαν ἦλθον οἱ λαοὶ ἐπὶ τοιαύταις συνθήκαις. Συναγαγόντες τοὺς ὑποψήφους εἰς ἐπισκοπὴν, εὑρίσκουσι τοὺς πάντας τὸν ἀριθμὸν ἓξ, ἐν οἶς ἦν καὶ Φλαβιανός: ὅρκῳ τε τούτους ἠσφαλίσαντο, τὸ μηδένα παρελθεῖν εἰς τὴν ἐπισκοπὴν, ἑνὸς τῶν ἐπισκόπων προτελευτήσαντος, ἀλλὰ συγχωρεῖν τὸν ὑπολειφθέντα κατέχειν τοῦ προαπελθόντος τὸν θρόνον. Οὕτω δοθέντων τῶν ὅρκων, ὁ λαὸς εἶχεν ὁμόνοιαν καὶ οὐκέτι πρὸς ἀλλήλους διεκρίνοντο: οἱ δὲ Λουκίφερος διὰ τοῦτο διεκρίθησαν, ὅτι Μελίτιος ὑπὸ τῶν Ἀρειανῶν χειροτονηθεὶς εἰς τὴν ἐπισκοπὴν ἐδέχθη. Ἐν τοιαύτῃ καταστάσει τῶν ἐν Ἀντιοχείᾳ καθεστώτων, ἐδέησε τὸν Μελίτιον ἐλθεῖν ἐπὶ τὴν Κωνσταντινούπολιν.