Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.4
Not analysed yet
Ὡς Μακεδονιανοὶ οἱ πρότερον πρὸς τὸν Ῥώμης Δάμασον περὶ τοῦ ὁμοουσίου διαπρεσβευσάμενοι αὖθις τῇ προτέρᾳ πλάνῃ ὑπήχθησαν. Μακεδονιανοὶ δὲ μετὰ τὴν πρὸς Λιβέριον πρεσβείαν ἀδιάφορον ἕως τινὸς χρόνου τὴν κοινωνίαν ἐποιοῦντο, κατὰ τὰς ἐκκλησίας τὰς ἐν ἑκάστῃ πόλει ἀλλήλοις ἐπιμιγνύμενοι αὐτοί τε καὶ οἱ ἐξ ἀρχῆς τὸν ὅρον τῆς ἐν Νικαίᾳ στέρξαντες πίστεως. Ἐπειδὴ δὲ ὁ Γρατιανοῦ τοῦ βασιλέως νόμος ἄδειαν ταῖς θρησκείαις παρεῖχε, διακριθῆναι πάλιν ἐσπούδασαν. Συναχθέντες δὲ ἐν Ἀντιοχείᾳ τῆς Συρίας αὖθις ἐδογμάτισαν ἐκτρέπεσθαι τὴν τοῦ ὁμοουσίου φωνὴν, καὶ τοῖς ἀσπαζομένοις τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς ἐπιμίγνυσθαι. Ἀλλ̓ οὐκ ἀπώναντο τοῦ ἐπιχειρήματος: καταγνόντες γὰρ αὐτῶν οἱ πλείους, ὡς ἄλλοτε ἄλλα δογματιζόντων, ἀπέστησάν τε αὐτῶν καὶ τοῖς τὸ ὁμοούσιον φρονοῦσι βεβαίως ἡνώθησαν.