Ancient Greek · ~12 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.8.1
Not analysed yet
Περὶ τῶν ρν ἐπισκόπων τῶν συνελθόντων ἐν Κωνσταντινουπόλει: καὶ περὶ ὧν αὐταὶ ἐθέσπισαν, χειροτονήσαντες ἐν αὐτῇ καὶ Νεκτάριον. Μηδὲν δὲ ὁ βασιλεὺς ὑπερθέμενος, σύνοδον ἐπισκόπων τῆς αὐτοῦ πίστεως συγκαλεῖ, ἐπὶ τῷ κρατύναι τὴν ἐν Νικαίᾳ πίστιν καὶ χειροτονῆσαι τῇ Κωνσταντινουπόλει ἐπίσκοπον. Ἐλπίσας δὲ δύνασθαι καὶ τοὺς ἀπὸ Μακεδονίου ἑνῶσαι τοῖς ἑαυτοῦ, καὶ τοὺς ἐκείνης τῆς αἱρέσεως προεστῶτας ἐκάλεσε. Συνῆλθον οὖν τῆς μὲν ὁμοουσίου πίστεως, ἐκ μὲν Ἀλεξανδρείας Τιμόθεος: ἐκ δὲ Ἱεροσολύμων Κύριλλος, τότε ἐκ μεταμελείας τῷ ὁμοουσίῳ προσκείμενος. Μελίτιος δὲ ἐξ Ἀντιοχείας πάλαι παρῆν, ὅτε διὰ τὴν Γρηγορίου κατάστασιν μετεστάλη: καὶ ἐκ Θεσσαλονίκης Ἀσχόλιος, καὶ ἄλλοι πολλοί: πάντες δὲ ἦσαν ἑκατὸν πεντήκοντα. Τοῦ δὲ Μακεδονιανῶν μέρους ἡγεῖτο μὲν Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μαρκιανὸς Λαμψάκου: πάντες δὲ ἦσαν τριάκοντα ἓξ, ὧν αἱ πλείους τῶν περὶ Ἑλλήσποντον πόλεων ἦσαν. Συνῆλθον οὖν ἐν ὑπατείᾳ Εὐχαρίου καὶ Εὐαγρίου, τῷ Μαΐῳ μηνί. Ὁ οὖν βασιλεὺς, καὶ οἱ τῆς αὐτοῦ πίστεως ἐπίσκοποι, παντοῖοι ἐγένοντο ὁμονοῆσαι αὐτοῖς τοὺς περὶ Ἐλεύσιον, ὑπομιμνήσκοντες τῆς πρεσβείας, ἧς αὐτοὶ πρὸς Λιβέριον πρότερον τὸν Ῥώμης ἐπίσκοπον διὰ τῶν περὶ Εὐστάθιον ἐπεποίηντο: καὶ ὅτι οὐ πρὸ πολλοῦ χρόνου τὴν κοινωνίαν ἑκουσίως ἀδιάκριτον ἐποιήσαντο: μὴ ποιεῖν τε ὅσια τοὺς ἐπιγνόντας τὴν ὁμογνώμονα πίστιν, αὖθις ἐπιχειρεῖν ἀνατρέπειν τὰ καλῶς αὐτοῖς ἐγνωσμένα. Οἱ δὲ, μικρὰ καὶ τῶν παραινέσεων καὶ τῶν ἐλέγχων φροντίσαντες, μᾶλλον ἔφασαν τὴν Ἀρειανὴν αἱρεῖσθαι ὁμολογεῖν δόξαν ἢ τῷ ὁμοουσίῳ συντίθεσθαι. Ταῦτα ἀποκρινάμενοι ἀπηλλάγησαν τῆς Κωνσταντινουπόλεως: ἔγραφον δὲ τοῖς κατὰ πόλεις παρεγγυῶντες, μηδαμῶς ὁμονοῆσαι εἰς τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου. Οἱ δὲ τοῦ ἑτέρου μέρους ἐπιμείναντες περὶ χειροτονίας ἐπισκόπου βουλὴν ἐτίθεντο: Γρηγόριος γὰρ, ὡς μικρὸν ἔμπροσθεν ἔφην, παραιτησάμενος ἐπὶ τὴν Ναζιανζὸν ἀπαίρειν ἐστέλλετο. Ἦν δέ τις Νεκτάριος ὄνομα, συγκλητικοῦ μὲν γένους, ἐπιεικὴς δὲ τὸν τρόπον, δἰ ὅλου θαυμαζόμενος, καίτοι τὴν τοῦ πραίτωρος χειρίζων ἀρχήν: ὃς ἁρπασθεὶς ὑπὸ τοῦ λαοῦ εἰς τὴν ἐπισκοπὴν προεβλήθη, τῶν τότε παρόντων ἑκατὸν πεντήκοντα ἐπισκόπων χειροτονησάντων αὐτόν. Τότε δὴ καὶ ὅρον ἐκφέρουσιν, ὥστε τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν τῆς τιμῆς μετὰ τὸν Ῥώμης ἐπίσκοπον, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. ʼ Ἐβεβαίωσάν τε αὖθις τὴν ἐν Νικαίᾳ πίστιν: καὶ πατριάρχας κατέστησαν διανειμάμενοι τὰς ἐπαρχίας, ὥστε τοὺς ὑπὲρ διοίκησιν ἐπισκόπους ταῖς ὑπερορίοις ἐκκλησίαις μὴ ἐπιβαίνειν: τοῦτο γὰρ πρότερον διὰ τοὺς διωγμοὺς ἐγίνετο ἀδιαφόρως. Καὶ κληροῦται Νεκτάριος μὲν τὴν μεγαλόπολιν καὶ τὴν Θρᾴκην: τῆς δὲ Ποντικῆς διοικήσεως Ἑλλάδιος ὁ μετὰ Βασίλειον Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος, Γρηγόριος ὁ Νύσσης ὁ Βασιλείου ἀδελφὸς, ʽΚαππαδοκίας δὲ καὶ ἥδε πόλις,ʼ καὶ Ὀτρήϊος ὁ τῆς ἐν Ἀρμενίᾳ Μελιτηνῆς τὴν πατριαρχίαν ἐκληρώσατο. Τὴν Ἀσιανὴν δὲ λαγχάνουσιν Ἀμφιλόχιος ὁ Ἰκονίου, καὶ Ὄπτιμος ὁ Ἀντιοχείας τῆς Πισιδίας. Τὰ δὲ κατὰ τὴν Αἴγυπτον Τιμοθέῳ τῷ Ἀλεξανδρείας προσενεμήθη. Τῶν δὲ κατὰ τὴν ἀνατολὴν ἐκκλησιῶν τὴν διοίκησιν τοῖς αὐτῆς ἐπισκόποις ἐπέτρεψαν, Πελαγίῳ τε τῷ Λαοδικείας καὶ Διοδώρῳ τῷ Ταρσοῦ, φυλάξαντες τὰ πρεσβεῖα τῇ Ἀντιοχέων ἐκκλησίᾳ, ἅπερ τότε παρόντι Μελιτίῳ ἔδοσαν. Ὥρισαν δὲ, ὥστε εἰ χρεία καλέσοι, τὰ καθ̓ ἑκάστην ἐπαρχίαν ἵνα ἡ τῆς ἐπαρχίας σύνοδος διοικῇ. Τούτοις καὶ ὁ βασιλεὺς ἐγένετο σύμψηφος. Ἡ μὲν οὖν σύνοδος τοιοῦτον ἔσχε τέλος.