Ancient Greek · ~4 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.9
Not analysed yet
Ὡς ὁ βασιλεὺς Θεοδόσιος Παύλου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου τὸ σῶμα σὺν τιμῇ μετεκόμισεν ἀπὸ τῆς ἐξορίας: ὅτε καὶ ὁ τῆς Ἀντιοχέων Μελίτιος τέλει τοῦ βίου ἐχρήσατο. Ὁ δὲ βασιλεὺς τὸ σῶμα Παύλου τοῦ ἐπισκόπου ἐκ τῆς Ἀγκύρας τότε μετέφερεν: ὃν Φίλιππος ὁ τῶν βασιλείων ἔπαρχος διὰ Μακεδόνιον εἰς ἐξορίαν πέμψας ἐν Κουκουσσῷ τῆς Ἀρμενίας ἀποπνιγῆναι πεποίηκεν, ὥς μοι καὶ πρότερον εἴρηται. Σὺν τιμῇ οὖν καὶ σεβάσματι πολλῷ δεξάμενος, εἰς τὴν ἐκκλησίαν τὴν νῦν ἐξ αὐτοῦ χρηματίζουσαν ἀπέθετο, ἣν πρότερον οἱ τὰ Μακεδονίου φρονοῦντες κατέσχον τῶν Ἀρειανῶν χωρισθέντες, τότε δὲ ἐξωσθέντες ὑπὸ τοῦ βασιλέως, ὅτι αὐτοῦ τὴν πίστιν ἀπέφυγον. Τότε δὴ καὶ Μελίτιος ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος ἀρρωστίᾳ περιπεσὼν ἐτελεύτησεν: ὅτε καὶ τὸν ἐπικήδειον ἐπ’ αὐτῷ λόγον ὁ ἀδελφὸς Βασιλείου Γρηγόριος ἐπεξῆλθεν. Ἀλλὰ Μελιτίου μὲν τὸ σῶμα οἱ προσήκοντες ἐπὶ τὴν Ἀντιόχειαν διεκόμισαν. πάλιν δὲ οἱ Μελιτίῳ προσκείμενοι ὑπὸ Παυλῖνον εἶναι οὐκ ἤθελον, ἀλλ̓ εἰς τόπον Μελιτίου Φλαβιανὸν προβληθῆναι παρασκευάζουσι: πάλιν τε ὁ λαὸς ἄνωθεν διεκρίνετο. Οὕτως αὖθις διὰ τοὺς ἐπισκόπους, οὐ μὴν διὰ τὴν πίστιν, ἡ Ἀντιοχέων ἐκκλησία διῄρητο.