Ancient Greek · ~6 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.12
Not analysed yet
Ὡς καὶ ἐν Κωνσταντινουπόλει εἰσελθὼν ὁ Ἐπιφάνιος συνάξεις καὶ χειροτονίας ἐπετέλει παρὰ γνώμην τοῦ Ἰωάννου, Θεοφίλῳ χαριζόμενος. Μετ̓ οὐ πολὺ δὲ ἐκ τῆς Κύπρου ὁ ἐπίσκοπος Ἐπιφάνιος ἐπὶ τὴν Κωνσταντινούπολιν πάλιν ἔρχεται, ταῖς ὑποθήκαις Θεοφίλου πεισθείς: ἐπικομιζόμενος ἐν ταὐτῷ τὰ καθαιρετικὰ τῶν Ὠριγένους βιβλίων, δἰ ὧν οὐκ αὐτὸν Ὠριγένην ἀκοινώνητον εἶναι ἀπέφῃνεν, ἀλλὰ τὰ βιβλία μόνον διέβαλλεν. Προσορμίσας οὖν τῷ ἐπὶ Ἰωάννην μαρτυρίῳ, ʽἀπέχει δὲ τοῦτο ἑπτὰ σημεῖα τῆς πόλεωσ̓, καὶ ἐξελθὼν τῆς νεὼς, σύναξίν τε ἐπιτελέσας, καὶ διάκονον χειροτονήσας, αὖθις εἰς τὴν πόλιν εἰσέρχεται. Καὶ τὴν μὲν προτροπὴν Ἰωάννου ἐξέκλινε Θεοφίλῳ χαριζόμενος, ἐν ἰδιαζούσῃ δὲ καταλύει μονῇ: καὶ συγκαλῶν τοὺς ἐπιδημοῦντας τῶν ἐπισκόπων, τὰ καθαιρετικὰ τῶν βιβλίων Ὠριγένους ὑπανεγίνωσκεν: οὐκ ἔχων μέν τι λέγειν πρὸς αὐτὰ, δοκεῖν δὲ αὐτῷ καὶ Θεοφίλῳ ἐκβαλεῖν αὐτά. Καί τινες μὲν αἰδούμενοι τὸν Ἐπιφάνιον προσυπέγραφον: πολλοὶ δὲ τοῦτο ποιεῖν ἐξετρέποντο: ὧν ἦν καὶ Θεότιμος ὁ ἐπίσκοπος Σκυθίας, ὃς πρὸς τὸν Ἐπιφάνιον τοιάδε ἀπεκρίνατο: Ἐγὼ, ἔφη, ὦ Ἐπιφάνιε, οὔτε τὸν πάλαι καλῶς κεκοιμημένον καθυβρίζειν αἱροῦμαι: οὔτε βλάσφημον ἐπιχειρεῖν πρᾶγμα τολμῶ, ἐκβάλλων ἃ οἱ πρὸ ἡμῶν οὐκ ἠθέτησαν: ἄλλως τε, μήτε κακὴν εἶναι διδασκαλίαν ἐν τοῖς Ὠριγένους βιβλίοις εἰπών. Προκομίσας τε βιβλίον Ὠριγένους, ὑπανέγνω, καὶ ἐδείκνυεν τὰς ἐκκλησιαστικὰς ἐκθέσεις: καὶ μετὰ ταῦτα ἐπῆγε λέγων: Οἱ ταῦτα ὑβρίσαντες, εἰς τὰ περὶ ὧν οἱ λόγοι ἐξυβρίσαντες ἔλαθον ἑαυτούς. Ταῦτα μὲν ὁ ἐπ’ εὐλαβείᾳ καὶ βίου ὀρθότητι περιβόητος Θεότιμος πρὸς Ἐπιφάνιον ἀπεκρίνατο.