Ancient Greek · ~14 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.11.1
Not analysed yet
Περὶ Σεβηριανοῦ καὶ Ἀντιόχου τῶν Σύρων, ὅπως Ἰωάννου ἀπέστησαν, καὶ διὰ τίνας αἰτίας. Ηὔξησε δὲ τὸ κατὰ Ἰωάννου μῖσος καὶ ἕτερον ἐπισυμβὰν τοιόνδε: δύο ἐπίσκοποι κατ̓ αὐτὸν ἤνθησαν Σύροι ὄντες τὸ γένος, Σεβηριανὸς καὶ Ἀντίοχος. Σεβηριανὸς μὲν Γαβάλων, πόλις δὲ αὕτη τῆς Συρίας: Ἀντίοχος δὲ Πτολεμαΐδος τῆς ἐν Φοινίκῃ ἐκκλησίας προειστήκει. Ἄμφω μὲν οὖν διὰ λόγων ῥητορικῶν ἤχθησαν: Σεβηριανὸς δὲ δοκῶν πεπαιδεῦσθαι, οὐ πάνυ τῇ φωνῇ τὴν Ἑλληνικὴν ἐξετράνου γλῶσσαν: ἀλλὰ καὶ Ἑλληνιστὶ φθεγγόμενος Σύρος ἦν τὴν φωνήν. Ἀντίοχος μὲν οὖν πρότερον ἐκ τῆς Πτολεμαΐδος ἐπὶ τὴν Κωνσταντινούπολιν ἐλθὼν, κατὰ τὰς ἐκκλησίας ἐπὶ χρόνον τινὰ πεπονημένως διδάξας, καὶ πολλὰ ἐκ τούτων χρηματισάμενος, ἐπὶ τὴν ἑαυτοῦ ἀνέδραμε. Σεβηριανὸς δὲ πυθόμενος μετὰ ταῦτα πολλὰ τὸν Ἀντίοχον ἐκ τῆς Κωνσταντινουπόλεως συλλέξαντα, ζηλοῦν καὶ αὐτὸς τοῦτο ἐσπούδασεν. Ἀσκηθείς τε οὖν καὶ συντάξας λόγους συχνοὺς καὶ αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ δεχθεὶς ἀσμένως ὑπὸ Ἰωάννου, μέχρι μέν τινος ὑπέτρεχε τὸν ἄνδρα καὶ ἐκολάκευε, καὶ αὐτὸς οὐδὲν ἦττον ἀγαπώμενος καὶ τιμώμενος ἤνθει τε κατὰ τὰς διδασκαλίας, καὶ πολλοῖς τῶν ἐν τέλει καὶ δὴ καὶ αὐτῷ βασιλεῖ γίνεται γνώριμος. Ἐπειδὴ δὲ ἐν τοσούτῳ συνέβη τῆς Ἐφέσου τελευτῆσαι τὸν ἐπίσκοπον, ἀνάγκη κατέλαβε τὸν Ἰωάννην εἰς τὴν Ἔφεσον ἀπελθεῖν ἐπὶ τῷ χειροτονῆσαι ἐπίσκοπον. Καὶ γενόμενος ἐν αὐτῇ, ἄλλον τε ἄλλων προβάλλεσθαι σπουδαζόντων, καὶ σφόδρα διαπληκτιζομένων πρὸς ἑαυτοὺς περὶ ὧν ἕκαστος ἐψηφίζετο, συνιδὼν ὁ Ἰωάννης ἀμφότερα τὰ μέρη φιλονείκως διακείμενα, καὶ ἐν οὐδενὶ πείθεσθαι τῇ παραινέσει αὐτοῦ θέλοντα, ἐσπούδασεν ἀκοπιαστὶ τὴν τούτων ἔριν λῦσαι. Αὐτὸς τοίνυν Ἡρακλείδην τινα διάκονον ἑαυτοῦ, γένει Κύπριον, εἰς τὴν ἐπισκοπὴν προεβάλετο: καὶ οὕτω ἀμφότερα τὰ μέρη παυσάμενα τῆς πρὸς σφᾶς φιλονεικίας ἡσύχασαν. Ἀνάγκη οὖν γέγονε χρονίζειν τὸν Ἰωάννην κατὰ τὴν Ἔφεσον: παρέλκοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν, ὁ Σεβηριανὸς ἐν τῇ Κωνσταντινουπόλει ἐρασμιώτερος τοῖς ἀκροαταῖς ἐγίνετο. Καὶ ταῦτα οὐκ ἐλάνθανε μὲν τὸν Ἰωάννην, ταχέως γὰρ αὐτῷ τὰ γινόμενα διηγγέλλετο: Σαραπίωνος δὲ, οὗ καὶ πρότερον ἐποιησάμην μνήμην, ὑποβάλλοντος, καὶ ταράττεσθαι λέγοντος ὑπὸ Σεβηριανοῦ τὴν ἐκκλησίαν, πρὸς ζηλοτυπίαν ὁ Ἰωάννης προήχθη. Ὁδοῦ οὖν πάρεργον πολλὰς ἐκκλησίας Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν ἀφελὼν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ αὐτὸς μὲν πάλιν τὴν προσήκουσαν κηδεμονίαν τῶν ἐκκλησιῶν ἐποιεῖτο: Σαραπίωνος δὲ τὴν ὀφρῦν καὶ τὴν ἀλαζονείαν οὐδεὶς ὑποφέρειν ἐδύνατο. Ἐπεὶ γὰρ πολλὴν τὴν παρρησίαν παρὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐκέκτητο, πέρα τοῦ καθήκοντος πᾶσι προσεφέρετο: διὸ καὶ τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος πλέον ἐξήπτετο. Καί ποτε τοῦ Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν οὐκ ἀπένειμεν, ἀλλὰ καθήμενος διετέλει, δεικνὺς μικρὰ φροντίζειν τῆς Σεβηριανοῦ παρουσίας. Ταύτην οὐκ ἤνεγκεν ὁ Σεβηριανὸς τὴν τοῦ Σαραπίωνος καταφρόνησιν: καὶ πρὸς τούτοις μέγα ἀνακέκραγεν εἰπὼν, Εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι, Χριστὸς οὐκ ἐνηνθρώπησε. Ταύτης τῆς ἀφορμῆς ὁ Σαραπίων δραξάμενος φανερῶς ἐχθρὸν τὸν Σεβηριανὸν τῷ Ἰωάννῃ κατέστησεν, ἀποκρύψας μὲν τὸν προσδιορισμὸν τοῦ εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι: μόνον δὲ εἰρηκέναι εἰπὼν τὸν Σεβηριανὸν, ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησε: καὶ τοῦ στίφους ἑαυτοῦ μάρτυρας, ὡς ἐπὶ εἰρημένῳ τούτῳ, παρῆγε. Μὴ μελλήσας οὖν ὁ Ἰωάννης ἐξελαύνει αὐτὸν τῆς πόλεως: καὶ γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ, παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὶ παραινοῦντι πειθήνιος ἦν: ὡς καὶ ἡ βασίλισσα Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν Θεοδόσιον τὸν νῦν εὐτυχῶς βασιλεύοντα, κομιδῆ τότε νήπιον ὄντα, εἰς τὰ γόνατα τοῦ Ἰωάννου ἐμβαλοῦσα, καὶ ὅρκους κατ̓ αὐτοῦ πολλοὺς καθορκώσασα, μόλις τὴν πρὸς Σεβηριανὸν ἔπεισε φιλίαν ἀσπάσασθαι. Τοῦτον μὲν οὖν τὸν τρόπον οὗτοι κατὰ τὸ φανερὸν ἐφιλιώθησαν: ἔμενον δὲ οὐδὲν ἧττον τὴν γνώμην ὕπουλον πρὸς ἀλλήλους φυλάττοντες: ἡ μὲν οὖν ὑπόθεσις τῆς πρὸς Σεβηριανὸν λύπης, τοιαύτη τις ἦν.