Ancient Greek · ~7 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.14
Not analysed yet
Ὡς Ἰωάννης προσκαλεσάμενος τὸν Ἐπιφάνιον μὴ ὑπακούσαντα ἀλλὰ μᾶλλον καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ παρασυνάγοντα, δηλοῖ αὐτῷ μεμφόμενος, ὡς παρὰ κανόνας πολλὰ πράττοντι. Ὅθεν ὁ Ἐπιφάνιος εὐλαβηθεὶς ἀνεχώρησε. Ἰωάννης οὐκ ἠγανάκτησεν, ἐφ̓ οἶς παρὰ κανόνα ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ Ἐπιφάνιος χειροτονίαν πεποίητο, ἀλλὰ παρεκάλει ἐν τοῖς ἐπισκοπικοῖς οἴκοις συμμένειν αὐτῷ. Ὁ δὲ οὐκ ἔφη οὐδὲ συμμένειν αὐτῷ, οὐδὲ συνεύξεσθαι, ἐὰν μὴ τοὺς περὶ Διόσκορον ἐξελάσῃ τῆς πόλεως, αὐτὸς δὲ καθυπογράψῃ τοῖς καθαιρετικοῖς τῶν Ὠριγένους βιβλίων. Ἰωάννου δὲ ταῦτα ποιεῖν ὑπερτιθεμένου, καὶ λέγοντος μὴ δεῖν πρὸ καθολικῆς διαγνώσεως προπετές τι ποιεῖν, ἐπὶ ἑτέραν βουλὴν οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες τὸν Ἐπιφάνιον ἄγουσι. Κατασκευάζουσι γὰρ μελλούσης ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων συνάξεως γίνεσθαι προελθεῖν τὸν Ἐπιφάνιον, καὶ ἐπὶ τοῦ λαοῦ παντὸς διαβαλεῖν μὲν τὰ Ὠριγένους βιβλία, ἀποκηρῦξαι δὲ τοὺς περὶ Διόσκορον, καὶ διασύραι Ἰωάννην, ὡς καὶ αὐτὸν ἐκείνοις τιθέμενον. Ταῦτα ἀνηγγέλη τῷ Ἰωάννῃ: καὶ τῇ ἑξῆς τῷ Ἐπιφανίῳ τὴν ἐκκλησίαν ἤδη κατειληφότι δηλοῖ διὰ Σαραπίωνος τάδε: Παρὰ κανόνας πράττεις πολλὰ, ὦ Ἐπιφάνιε: πρῶτον μὲν χειροτονίαν ἐν ταῖς ὑπ’ ἐμὲ ἐκκλησίαις ποιησάμενος: εἶθ̓ ὅτι μὴ προταγεὶς παῤ ἐμοῦ ἐν αὐταῖς ἐλειτούργησας, οἰκείᾳ αὐθεντίᾳ χρησάμενος: πάλιν τε αὐτόθι προτραπεὶς παρῃτήσω, καὶ νῦν αὖθις ἐπιτρέπεις σαυτῷ. Φύλαξαι οὖν, μὴ ταραχῆς ἐν τῷ λαῷ διαγενομένης, τὸν ἐκ ταύτης κίνδυνον ἀναδέξῃ καὶ αὐτός. Ταῦτα ἀκούσας ὁ Ἐπιφάνιος, εὐλαβηθεὶς ἀναχωρεῖ μὲν τῆς ἐκκλησίας: πολλὰ δὲ τῷ Ἰωάννῃ μεμφόμενος ἀπαίρειν ἐπὶ τὴν Κύπρον ἐστέλλετο. Λέγουσι δέ τινες ὅτι ἀπαίρειν μέλλων τῷ Ἰωάννῃ ταῦτα ἐδήλωσεν: Ἐλπίζω σε μὴ ἀποθανεῖν ἐπίσκοπον. Ὁ δὲ ἀντεδήλωσεν, Ἔλπιζε μὴ ἐπιβῆναι τῆς σαυτοῦ πατρίδος. Ταῦτα οὐκ ἔχω εἰπεῖν, εἰ ἀληθῆ ἔλεξαν οἱ ἐμοὶ ἀπαγγείλαντες: ἀμφότεροι δὲ ὅμως ταύτην ἔσχον τὴν ἔκβασιν. Οὔτε γὰρ Ἐπιφάνιος τῆς Κύπρου ἐπέβη, ἐν γὰρ τῷ πλοίῳ ἀπιὼν ἐτελεύτησεν: καὶ Ἰωάννης μικρὸν ὕστερον κατηνέχθη τοῦ θρόνου, ὡς προϊόντες δηλώσομεν.