Ancient Greek · ~12 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.15.1
Not analysed yet
Ὡς μετὰ τὸν ἀπόπλουν Ἐπιφανίου λόγον κατὰ γυναικῶν Ἰωάννης δημηγορήσας, καὶ διὰ τοῦτο, σπουδῇ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης, συνόδου γενομένης ἐν Χαλκηδόνι κατ̓ αὐτοῦ, τῆς ἐκκλησίας ἐξωθεῖται. Ἀποπλεύσαντος γὰρ τοῦ Ἐπιφανίου, πυνθάνεται παρὰ τινῶν ὁ Ἰωάννης, ὡς ἡ βασίλισσα Εὐδοξία τὸν Ἐπιφάνιον ἐξώπλισε κατ̓ αὐτοῦ. Καὶ θερμὸς ὢν τὸ ἦθος καὶ περὶ τὸν λόγον ἕτοιμος, μὴ μελλήσας διέξεισι ψόγον κοινῶς κατὰ πασῶν γυναικῶν ἐπὶ τοῦ λαοῦ. Ἁρπάζει τὸ πλῆθος τὸν λόγον ὡς αἴνιγμα κατὰ τῆς βασιλίδος λεχθέν: καὶ ὁ λόγος ἐκληφθεὶς ὑπὸ τῶν κακουργούντων εἰς γνῶσιν ἄγεται τῶν κρατούντων. Γνοῦσα δὲ ἡ Αὐγοῦστα, πρὸς τὸν βασιλέα τὴν οἰκείαν ὕβριν ὠδύρατο, αὐτοῦ ὕβριν εἶναι λέγουσα τὴν ἑαυτῆς. Παρασκευάζει οὖν τὸν Θεόφιλον ταχεῖαν ποιεῖσθαι σύνοδον κατ̓ αὐτοῦ: συγκατασκευάζει δὲ ταῦτα καὶ Σεβηριανός: ἔτι γὰρ τὴν λύπην ἐφύλαττεν. Οὐ πολὺς οὖν ἐν μέσῳ χρόνος, καὶ παρῆν Θεόφιλος πολλοὺς ἐκ διαφόρων πόλεων ἐπισκόπους κινήσας: τοῦτο δὲ καὶ τοῦ βασιλέως ἐκέλευε πρόσταγμα. Μάλιστα δὲ συνέρρεον, ὅσοι πρὸς Ἰωάννην ἄλλος δἰ ἄλλην αἰτίαν λελύπηντο: παρῆσαν δὲ καὶ ὅσους τῆς ἐπισκοπῆς ἀπεκίνησε. Πολλοὺς γὰρ ὁ Ἰωάννης καθῃρήκει τῶν ἐν Ἀσίᾳ ἐπισκόπων, ὅτε διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἀπεληλύθει ἐπὶ τὴν Ἔφεσον. Πάντες οὖν συμφωνήσαντες εἰς τὴν Χαλκηδόνα τῆς Βιθυνίας συνήρχοντο: τότε δὲ ἦν ἐπίσκοπος τῆς Χαλκηδόνος Κυρῖνος ὄνομα, γένει Αἰγύπτιος: ὅστις πολλὰ πρὸς τοὺς ἐπισκόπους ἔλεγε, τὸν ἀσεβῆ, τὸν ἀλαζόνα, τὸν ἀγόνατον ἀποκαλῶν: ἥδοντο μὲν οὖν ἐπὶ τοῖς λεγομένοις οἱ ἐπίσκοποι. Μαρουθᾶς δὲ Μεσοποταμίας ἐπίσκοπος ἄκων τὸν πόδα τοῦ Κυρίνου ἐπάτησεν: ὁ δὲ ὀδυνηρῶς ἐκ τούτου διατεθεὶς συνδιαβῆναι τοῖς ἐπισκόποις ἐπὶ τὴν Κωνσταντινούπολιν οὐ δεδύνηται: ἀλλὰ μένει μὲν αὐτὸς ἐν τῇ Χαλκηδόνι: οἱ δὲ ἄλλοι διεπεραιώθησαν. Θεοφίλῳ δὲ οὐδενὸς τῶν τῆς ἐκκλησίας ἀπαντησάντων, οὐδὲ τιμὴν τὴν εἰωθυῖαν παρεσχηκότων, φανερὸς γὰρ ἐχθρὸς ἐγινώσκετο, τῶν Ἀλεξανδρείων τὸ ναυτικὸν,—ἔτυχε γὰρ τότε παρεῖναι τὰ σιτηγοῦντα τῶν πλοίων,—ἀπαντήσαντα σὺν εὐφημίᾳ ἐδέξαντο. Ὁ δὲ παρῃτεῖτο μὲν ἐπὶ τὸν εὐκτήριον οἶκον εἰσελθεῖν: ἐν μιᾷ δὲ τῶν βασιλίδων οἰκίᾳ καταλύει, ᾗ προσωνυμία Πλακιδιαναί. Τότε ἐντεῦθεν ἀνεκινοῦντο κατὰ Ἰωάννου κατηγορίαι πολλαί: καὶ οὐκέτι μὲν τῶν Ὠριγένους βιβλίων μνεία τις ἦν: ἐπὶ ἑτέρας δὲ ἀτόπους κατηγορίας ἐτρέποντο. Τούτων δὲ οὕτω προκατεσκευασμένων, συνελθόντες οἱ ἐπίσκοποι ἐν προαστείῳ Χαλκηδόνος ᾧ ἐπώνυμον Δρῦς, καλοῦσιν εὐθὺς τὸν Ἰωάννην ἀπολογησόμενον περὶ ὧν κατηγορεῖτο. Ἐκέλευον δὲ παρεῖναι ἅμα αὐτῷ Σαραπίωνα, καὶ Τίγριν εὐνοῦχον πρεσβύτερον, καὶ Παῦλον ἀναγνώστην: καὶ γὰρ οὗτοι συγκατηγοροῦντο αὐτῷ. Ἐπεὶ δὲ ὁ Ἰωάννης τοὺς καλοῦντας ὡς ἐχθροὺς παρεγράφετο, οἰκουμενικὴν δὲ ἐπεκαλεῖτο σύνοδον, μὴ μελλήσαντες, τετράκις αὐτὸν ἐκάλεσαν. Τοῦ δὲ μὴ βουληθέντος ἀπαντῆσαι, ἀλλὰ τὰ αὐτὰ λέγοντος, κατεψηφίσαντο καὶ καθεῖλον αὐτὸν, ἄλλο μὲν οὐδὲν αἰτιασάμενοι, μόνον δὲ ὅτι καλούμενος οὐχ ὑπήκουσε. Τοῦτο ἀπαγγελθὲν περὶ ἑσπέραν πρὸς μεγίστην στάσιν ἐξῆπτε τὸ πλῆθος. Καὶ διανυκτερεύοντες οὐ συνεχώρουν ἀφέλκεσθαι τῆς ἐκκλησίας αὐτόν: ἀλλ̓ ἐβόων δεῖν κρίνεσθαι τὰ κατ αὐτὸν ἐπὶ μείζονος συνεδρίου.’ Τοῦ βασιλέως δὲ ἐκέλευε πρόσταγμα, ᾗ τάχος ἐξωθεῖσθαι αὐτὸν, καὶ ἐπ’ ἐξορίαν ἀπάγεσθαι. Τοῦτο γνοὺς ὁ Ἰωάννης τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν καθαίρεσιν περὶ τὸ μεσημβρινὸν ἑαυτὸν ἐξέδωκε, λαθὼν τὸ πλῆθος: ἐφυλάττετο γὰρ μή τις ταραχὴ γένηται δἰ αὐτόν: καὶ ὁ μὲν ἀπήγετο.