Ancient Greek · ~13 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.18.1
Not analysed yet
Περὶ τῆς ἀργυρᾶς στήλης τῆς Εὐδοξίας, καὶ ὡς διὰ τοῦτο πάλιν Ἰωάννης τῆς ἐκκλησίας ἐξωσθεὶς εἰς ἐξορίαν ἀπήγετο. Τῆς Αὐγούστης Εὐδοξίας ἀνδριὰς ἀνέστη ἀργυροῦς ἐπὶ κίονος πορφυροῦ, χλανίδα ἐνδεδυμένος: ἕστηκε δὲ οὗτος ἐπὶ βήματος ὑψηλοῦ, οὔτε ἐγγὺς οὔτε πόρρω τῆς ἐκκλησίας, ᾗ ἐπώνυμον Σοφία: ἀλλὰ διείργει ἄμφω μέση πλατείας ὁδός. Ἐπὶ τούτῳ συνήθως δημώδεις ἤγοντο παιδιαί: Ἰωάννης δὲ ὕβριν τὰ γινόμενα τῆς ἐκκλησίας νομίζων, τὴν συνήθη τε παρρησίαν ἀνακτησάμενος, πάλιν τὴν ἑαυτοῦ γλῶτταν κατὰ τῶν ταῦτα ποιούντων ἐξώπλιζε. Καὶ δέον τοὺς κρατοῦντας λόγῳ παρακλητικῷ πείθειν παῦσαι τῆς παιδιᾶς, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίει: καταφορικῇ δὲ τῇ γλώσσῃ χρησάμενος ἔσκωπτε τοὺς γενέσθαι ταῦτα κελεύσαντας. Ἡ δὲ βασίλισσα πάλιν εἰς ἑαυτὴν εἷλκε τὰ γενόμενα: καὶ ὕβριν ἑαυτῆς τοὺς ἐκείνου λόγους νομίζουσα, πάλιν παρασκευάζει σύνοδον ἐπισκόπων συνάγεσθαι κατ̓ αὐτοῦ. Αἰσθόμενος δὲ ὁ Ἰωάννης τὴν περιβόητον ἐκείνην ἐπὶ τῆς ἐκκλησίας διεξῆλθεν ὁμιλίαν, ἧς ἡ ἀρχή: Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράσσεται, πάλιν ὀρχεῖται, πάλιν ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου ζητεῖ λαβεῖν. Τοῦτο πλέον πρὸς ὀργὴν ἐξῆψε τὴν βασιλίδα. Καὶ μετ̓ οὐ πολὺ παρῆσαν οἱ ἐπίσκοποι, Λεόντιος ἐπίσκοπος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, Ἀμμώνιος Λαοδικείας τῆς ἐν Πισιδίᾳ, Βρίσων Φιλίππων τῶν ἐν Θρᾴκῃ, Ἀκάκιος Βεροίας τῆς ἐν Συρίᾳ, καὶ ἄλλοι τινές: παρόντων δὲ τούτων, ἀνεκινοῦντο οἱ πρώην κατήγοροι. Ἰωάννης μὲν οὖν ἐθάρρει ἐπὶ τούτοις, καὶ ἠξίου ἐπιζητεῖσθαι τὰ κατηγορούμενα: τῆς δὲ ἑορτῆς τῶν γενεθλίων τοῦ Σωτῆρος ἐπελθούσης, ὁ βασιλεὺς εἰς τὴν ἐκκλησίαν συνήθως οὐκ ἀπήντα: ἀλλὰ δηλοῖ τῷ Ἰωάννῃ, ὡς οὐ πρότερον αὐτῷ κοινωνήσει πρὶν ἂν πρότερον ἀποδύσηται τὰ ἐγκλήματα. Ἐπεὶ δὲ τοῦ Ἰωάννου θαρροῦντος οἱ κατήγοροι δειλότεροι ἐδείκνυντο, οἱ παρόντες ἐπίσκοποι ἄλλο μὲν ἐρεύνων οὐδέν: μόνον δὲ τοῦτο δεῖν εἰς κρίσιν ἄγεσθαι ἔλεγον, ὅτι μετὰ τὴν καθαίρεσιν, μὴ ψηφισαμένης τῆς συνόδου αὐτῷ, εἰς τὸν θρόνον εἰσεπήδησε. Τοῦ δὲ λέγοντος, ὡς ἑξηκονταπέντε ἐπίσκοποι κοινωνήσαντες αὐτῷ ἐψηφίσαντο, οἱ περὶ Λεόντιον ἀντεπῆγον: Ἀλλὰ πλείους, ὦ Ἰωάννη, κατεψηφίσαντό σου ἐν τῇ συνόδῳ. Ἐπεὶ δὲ πάλιν ὁ Ἰωάννης τὸν κανόνα τοῦτον οὐ τῆς αὐτῶν ἐκκλησίας, ἀλλὰ τῶν Ἀρειανῶν εἶναι ἔλεγεν,—οἱ γὰρ ἐν τῇ Ἀντιοχείᾳ συνελθόντες ἐπὶ τῇ καθαιρέσει τῆς ὁμοουσίου πίστεως, ἀπεχθείᾳ τῇ πρὸς Ἀθανάσιον τὸν κανόνα ἐξέδωκαν,—μὴ προσδεξάμενοι τὰς ἀπολογίας κατεψηφίσαντο: μὴ νοήσαντες, ὅτι τῷ κανόνι τούτῳ χρησάμενοι καὶ Ἀθανάσιον καθεῖλον. Ταῦτα πέπρακται ἐγγιζούσης τῆς ἑορτῆς τοῦ Πάσχα: δηλοῖ οὖν ὁ βασιλεὺς τῷ Ἰωάννῃ μὴ δύνασθαι εἰς τὴν ἐκκλησίαν ἐλθεῖν, ὅτι δύο αὐτοῦ κατεψηφίσαντο σύνοδοι. Ἤργει οὖν ὁ Ἰωάννης λοιπὸν, οὐδαμῶς τε εἰς τὴν ἐκκλησίαν κατήρχετο. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι, ἐκ τῆς ἐκκλησίας ἀναχωρήσαντες, τὸ μὲν Πάσχα ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐν Κωνσταντιαναῖς ἐπετέλεσαν: σὺν αὐτοῖς δὲ πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ἄλλοι ἱερατικοῦ τάγματος. Ἐξ ἐκείνου τε κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐν διαφόροις τόποις ποιούμενοι Ἰωαννῖται προσηγορεύθησαν. Ἰωάννης δὲ ἐπὶ δύο μῆνας οὐδαμοῦ προέβαινεν, ἕως ὅτου βασιλέως ἐκέλευε πρόσταγμα εἰς ἐξορίαν ἀπάγεσθαι. Καὶ ὁ μὲν ἀπήγετο τῆς ἐκκλησίας ἑλκυσθείς: τινὲς δὲ τῶν Ἰωαννιτῶν κατ̓ αὐτὴν τὴν ἡμέραν τὴν ἐκκλησίαν ἐνέπρησαν. Καιομένης δὲ αὐτῆς, ἄνεμος ἀπηλιώτης πνεύσας καὶ τὸν οἶκον τῆς συγκλήτου γερουσίας κατέκαυσε. Τοῦτο γέγονε τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς, ἐν ὑπατείᾳ Ὁνωρίου ἕκτῃ, ἣν σὺν Ἀρισταινέτῳ ἐδίδου. Ὅσα μὲν οὖν διὰ τὸν γεγενημένον ἐμπρησμὸν ὁ τῆς Κωνσταντινουπόλεως ὕπαρχος, ᾧ ὄνομα ἦν Ὀπτάτος, Ἕλλην τὴν θρησκείαν ὑπάρχων, καὶ διὰ τοῦτο τοὺς Χριστιανοὺς μισῶν, κατὰ τῶν φιλούντων τὸν Ἰωάννην ἔπραξε, καὶ ὡς πολλοὺς ἐξ αὐτῶν ἐκόλασεν, παραλιπεῖν μοι δοκῶ.