Ancient Greek · ~8 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.17
Not analysed yet
Ὡς δ̣̔?ʼὰ τὸ βὁ̣?ʼλεσθτα Θεόφιλ̣̔?ʼν τὰ ʽ??ʼθ̓ Ἡῥ̣?ʼκλείδὁ̣?ʼ ἀπ̣̔?ʼντος ἐξετάζεσθαι, τοῦ Ἱ̣̓?ʼννὁ̣?ʼ ἀντιλέγ̣̔?ʼντ̣̔?ʼς, συμπληγάδος γενομέν̣̔?ʼς, πολλοὶ ἀπώλοντο μετ̣̔?ʼξὺ τῶν Κ̣̔?ʼταντιν̣̔?ʼολ̣̔?ʼῶν καὶ τῶν Ἀλεξανδρέων: ἐφ̓ οἷς φοβηθεὶς Θεόφιλος καί τινες τῶν ἐπισκὅ̣?ʼ τῆς πόλεως ἐξεληλ̣̔?ʼσι. Πρότερον δὲ τὰ κατὰ τὴν χειροτονίαν Ἡρακλείδου ἀναζητεῖσθαι Θεόφιλος παρεσκεύαζεν, ὅπως, εἰ δύναιτο, ταύτην γοῦν ἀφορμὴν λάβοι πρὸς τὴν Ἰωάννου καθαίρεσιν. Ἡρακλείδης μὲν οὖν οὐ παρῆν: ἐκρίνετο δὲ ἀπὼν, ὡς εἴη τυπτήσας τινὰς ἀδίκως, ἀλύσει τε δήσας, καὶ πομπεῦσαι ποιήσας διὰ μέσης τῆς Ἐφεσίων πόλεως. Τῶν τοίνυν περὶ Ἰωάννου λεγόντων, μὴ δεῖν κατὰ ἀπόντων κριτήριον ποιεῖσθαι, οἱ ἐκ τῆς Ἀλεξανδρείας ἐφιλονείκουν, δεῖν δέχεσθαι τοὺς κατηγοροῦντας Ἡρακλείδου, εἰ καὶ κατηγοροῦσιν ἀπόντος αὐτοῦ. Στάσις οὖν ἐντεῦθεν καὶ διαπληκτισμὸς μεταξὺ τῶν Κωνσταντινουπόλεως καὶ τῆς Ἀλεξανδρείας ἐγίνετο σύντονος. Καὶ γενομένης συμπληγάδος, πολλοὶ μὲν τραύματα ἔλαβον, ὀλίγοι δὲ καὶ ἀπώλοντο. Ταῦτα εἰδὼς Θεόφιλος εὐθὺς ὡς εἶχεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφυγε: τοῦτο δὲ καὶ οἱ ἄλλοι ἐποίουν ἐπίσκοποι, πλὴν ὀλίγων οἳ τὰ Ἰωάννου ἠσπάζοντο: καὶ πάντες εἰς τὰ ἑαυτῶν φυγῇ ἀπεχώρησαν. Τούτων οὕτω γενομένων, ἐν καταγνώσει μὲν τοῖς πᾶσιν ὁ Θεόφιλος ἦν: ηὔξησε δὲ τὸ κατ̓ αὐτοῦ μῖσος τὸ αὖθις αὐτὸν μηδὲν ὑποστειλάμενον τὰ Ὠριγένους ἀσκεῖσθαι βιβλία. Ἐρωτηθεὶς οὖν ὑπό τινος, πῶς ἃ ἀπεκήρυξε, ταῦτα ἀσπάζεται πάλιν, ταῦτα ἀπεκρίνατο: Τὰ Ὠριγένους ἔοικε βιβλία λειμῶνι πάντων ἀνθέων: εἴ τι οὖν ἐν αὐτοῖς ἐφεύρω καλὸν, τοῦτο δρέπομαι: εἰ δέ τι μοι ἀκανθῶδες φανείη, τοῦτο ὡς κεντοῦν ὑπερβαίνω. Τοιαῦτα Θεόφιλος ἀπεκρίνατο, μὴ λογισάμενος τὸ τοῦ σοφοῦ Σολομῶντος, ὅτι λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ οὐκ ὀφείλουσι λακτίζειν πρὸς αὐτοὺς οἱ ὑπὸ τῶν θεωρημάτων κεντούμενοι. Διὰ ταῦτα μὲν δὴ ἐν καταγνώσει παρὰ πᾶσιν ὁ Θεόφιλος ἦν. Διόσκορος δὲ, εἷς τῶν Μακρῶν, ὁ τῆς Ἑρμουπόλεως ἐπίσκοπος, ὀλίγον ὕστερον μετὰ τὴν Θεοφίλου φυγὴν ἐτελεύτησε: καὶ ταφῆς ἠξιώθη λαμπρᾶς, ἐν τῷ μαρτυρίῳ τῷ ἐν τῇ Δρυῒ κηδευθεὶς, ἔνθα διὰ Ἰωάννην γέγονεν ἡ σύνοδος. Ἰωάννης δὲ ταῖς διδασκαλίαις ἐσχόλαζε, καὶ χειροτονεῖ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ Ἡρακλείας ἐπίσκοπον, δἰ ὃν τὸ κατ̓ αὐτοῦ μῖσος ἐγήγερτο: μετ̓ οὐ πολὺ δὲ ταῦτα ἐπισυνέβη γενέσθαι.