Ancient Greek
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.2
Not analysed yet
Περὶ τῆς τελευτῆς Νεκταρίου, καὶ τῆς Ἰωάννου χειροτονίας. Ὀλίγου δὲ διελθόντος χρόνου, καὶ Νεκτάριος ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ἐτελεύτησεν ἐν ὑπατείᾳ Καισαρίου καὶ Ἀττικοῦ περὶ τὴν εἰκάδα ἑβδόμην τοῦ Σεπτεμβρίου μηνός. Εὐθὺς οὖν σπουδὴ περὶ χειροτονίας ἐπισκόπου ἐγίνετο: καὶ ἄλλων ἄλλον ἐπιζητούντων, περί τε τούτου πολλάκις προτεθείσης βουλῆς, τέλος ἐδόκει ἐκ τῆς Ἀντιοχείας μεταπέμπεσθαι Ἰωάννην τὸν τῆς Ἀντιοχείας πρεσβύτερον: φήμη γὰρ ἐκράτει περὶ αὐτοῦ, ὡς εἴη διδακτικὸς ἐν ταυτῷ καὶ ἐλλόγιμος. Ὀλίγου οὖν διαδράσαντος χρόνου, ψηφίσματι κοινῷ ὁμοῦ πάντων, κλήρου τε φημὶ καὶ λαοῦ, ὁ βασιλεὺς αὐτὸν Ἀρκάδιος μεταπέμπεται. Διὰ δὲ τὸ ἀξιόπιστον τῆς χειροτονίας παρῆσαν ἐκ βασιλικοῦ προστάγματος πολλοί τε καὶ ἄλλοι ἐπίσκοποι, καὶ δὴ καὶ ὁ τῆς Ἀλεξανδρείας Θεόφιλος: ὅστις σπουδὴν ἐτίθετο διασύραι μὲν τὴν Ἰωάννου δόξαν, Ἰσίδωρον δὲ ὑπ’ αὐτῷ πρεσβύτερον πρὸς τὴν ἐπισκοπὴν προχειρίσασθαι, ὃν πάνυ ἠγάπα, ὅτι ὑπὲρ αὐτοῦ ποτὲ κινδυνῶδες ἐπίταγμα ἀνεδέξατο: τί δὲ τοῦτό ἐστιν, λεκτέον. Ἡνίκα ὁ βασιλεὺς Θεοδόσιος πρὸς τὸν τύραννον ἠγωνίζετο Μάξιμον, Θεόφιλος διὰ Ἰσιδώρου ξένια πέμπων βασιλεῖ, δισσὰς αὐτῷ ἐπιστολὰς ἐνεχείρισεν, ἐντειλάμενος προσενεγκεῖν τῷ νικήσαντι καὶ τὰ δῶρα καὶ τὰ γράμματα. Τούτοις διακονούμενος Ἰσίδωρος καταλαβὼν τὴν Ῥώμην τῇ νίκῃ ἐφέδρευεν: ἀλλ̓ οὐκ εἰς μακρὰν τὸ γινόμενον ἔλαθεν, ἀναγνώστου τοῦ συνόντος αὐτῷ τὰς ἐπιστολὰς ἐπικλέψαντος. Οὗ ἕνεκεν ὁ Ἰσίδωρος ἐν φόβῳ γενόμενος, ὡς εἶχεν, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφευγεν. Αὕτη πρόφασις ἦν Θεοφίλῳ τῆς ὑπὲρ Ἰσιδώρου σπουδῆς: οἱ μέντοι κατὰ τὰ βασίλεια τὸν Ἰωάννην προέκριναν. Ἐπειδὴ δὲ κατηγορίας κατὰ Θεοφίλου πολλοὶ ἀνεκίνουν, βιβλία τε κατ̓ αὐτοῦ ἄλλος δἰ ἄλλην αἰτίαν τοῖς παροῦσιν ἐπισκόποις ἐδίδοσαν, ὁ προεστὼς τοῦ βασιλικοῦ κοιτῶνος Εὐτρόπιος, λαβὼν τὰς ἐγγράφους κατηγορίας, ἐπέδειξεν τῷ Θεοφίλῳ, εἰπὼν, ἐπιλογὴν ἔχειν, ἢ χειροτονεῖν Ἰωάννην, ἢ τὰς κατ̓ αὐτοῦ κατηγορίας εἰς ἔλεγχον ἄγεσθαι: ταῦτα φοβηθεὶς ὁ Θεόφιλος τὸν Ἰωάννην ἐχειροτόνησε. Χειροτονηθεὶς οὖν πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην ἐνθρονίζεται τῇ εἰκάδι ἕκτῃ τοῦ Φεβρουαρίου μηνὸς, ὑπατείᾳ τῇ ἑξῆς, ᾗ ἐπετέλουν ἐν μὲν τῇ Ῥώμῃ ὁ βασιλεὺς Ὁνώριος, ἐν δὲ τῇ Κωνσταντινουπόλει Εὐτυχιανὸς, ὁ τότε τῶν βασιλέων ὕπαρχος. Ἐπεὶ δὲ ἐκφανὴς ὁ ἀνὴρ, ἐξ ὦν τε κατέλειπε λόγων, καὶ ἐξ ὧν πολλοῖς δεινοῖς περιέπεσεν, ἄξιον ἡγοῦμαι μὴ σιγῆσαι τὰ κατ̓ αὐτὸν, ἀλλ̓ ὡς οἷόν τε τὰ διὰ μακροτέρων λεχθησόμενα συστεῖλαι, εἰπεῖν τε ὅθεν ἦν καὶ ἐκ τίνων, καὶ ὅπως ἐπὶ τὴν ἱερωσύνην ἐκλήθη: ὅπως τε ἀφῃρέθη αὐτῆς, καὶ ὡς μετὰ θάνατον ἐτιμήθη μᾶλλον ἢ περιών.