Ancient Greek · ~10 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.3
Not analysed yet
Περὶ γένους καὶ ἀγωγῆς καὶ βίου Ἰωάννου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου. Ἰωάννης Ἀντιοχεὺς μὲν ἦν τῆς Κοίλης Συρίας, υἱὸς δὲ Σεκούνδου καὶ μητρὸς Ἀνθούσης, ἐξ εὐπατριδῶν τῶν ἐκεῖ: μαθητὴς δὲ ἐγένετο Λιβανίου τοῦ σοφιστοῦ, καὶ ἀκροατὴς Ἀνδραγαθίου τοῦ φιλοσόφου. Μέλλων δὲ ἐπὶ δικανικὴν ὁρμᾷν, καὶ συνιδὼν τὸν ἐν τοῖς δικαστηρίοις μοχθηρὸν καὶ ἄδικον βίον, ἐπὶ τὸν ἡσύχιον μᾶλλον ἐτρέπετο: καὶ τοῦτο ἐποίησε ζηλώσας Εὐάγριον, ὃς καὶ αὐτὸς φοιτῶν παρὰ τοῖς αὐτοῖς διδασκάλοις τὸν ἡσύχιον πάλαι βίον μετήρχετο. Εὐθύς τε καὶ μεταθεὶς τὸ σχῆμα καὶ βάδισμα, τοῖς ἀναγνώσμασι τῶν ἱερῶν γραμμάτων προσεῖχε τὸν νοῦν, καὶ συνεχεῖς ἐποιεῖτο τὰς ἐπὶ τὴν ἐκκλησίαν σπουδάς. Πείθει δὲ καὶ Θεόδωρον καὶ Μάξιμον, συμφοιτητὰς αὐτῷ ὄντας παρὰ τῷ σοφιστῇ Λιβανίῳ, καταλιπεῖν μὲν τὸν χρηματιστικὸν βίον, μετιέναι δὲ τὸν λιτόν. Ὧν Θεόδωρος μὲν ὕστερον Μοψουεστίας τῆς ἐν Κιλικίᾳ πόλεως ἐπίσκοπος γέγονε: Μάξιμος δὲ Σελευκείας τῆς ἐν Ἰσαυρίᾳ. Τηνικαῦτα οὖν οὗτοι σπουδαῖοι περὶ τὴν ἀρετὴν γενόμενοι, μαθητεύουσιν εἰς τὰ ἀσκητικὰ Διοδώρῳ καὶ Καρτερίῳ, οἵ τινες τότε μὲν ἀσκητηρίῳ προΐσταντο. Διόδωρος δὲ αὐτῶν ὕστερον ἐπίσκοπος Ταρσοῦ γενόμενος πολλὰ βιβλία συνέγραψε, ψιλῷ τῷ γράμματι τῶν θείων προσέχων γραφῶν, τὰς θεωρίας αὐτῶν ἐκτρεπόμενος. Ταῦτα μὲν οὖν περὶ τούτων: Ἰωάννην δὲ ἅμα Βασιλείῳ, τῷ τότε μὲν διακόνῳ ὑπὸ Μελετίου κατασταθέντι, μετὰ ταῦτα δὲ γενομένῳ Καισαρείας τῆς Καππαδοκῶν ἐπισκόπῳ, τὰ πολλὰ συνδιάγοντα, Ζήνων ὁ ἐπίσκοπος ἐκ τῶν Ἱεροσολύμων ὑποστρέφων ἀναγνώστην τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καθίστησιν. Ἐν τῇ τοῦ ἀναγνώστου οὖν τάξει καθεστὼς τὸν κατὰ Ἰουδαίων λόγον συνέταξεν. Μετ̓ οὐ πολὺ δὲ καὶ τῆς τοῦ διακόνου ἀξίας παρὰ Μελετίου τυχὼν τοὺς περὶ ἱερωσύνης λόγους συνέταξεν, καὶ τοὺς πρὸς Σταγείριον: ἔτι μὴν καὶ τοὺς περὶ ἀκαταλήπτου, καὶ τοὺς περὶ τῶν συνεισάκτων. Μετὰ ταῦτα δὲ Μελετίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, —ἐκεῖ γὰρ παραγεγόνει διὰ τὴν Γρηγορίου τοῦ Ναζιανζηνοῦ κατάστασιν,—ἀναχωρήσας Ἰωάννης τῶν Μελετιανῶν, καὶ μήτε Παυλίνῳ συγκοινωνῶν, ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς ἡσύχως διῆγεν. Ὕστερον δὲ Παυλίνου τελευτήσαντος, ὑπὸ Εὐαγρίου τοῦ διαδεξαμένου Παυλῖνον χειροτονεῖται πρεσβύτερος. Αὕτη μὲν ἡ Ἰωάννου πρὸ τῆς ἐπισκοπῆς, ὡς συντόμως εἰπεῖν, διαγωγή. Ἦν δὲ ἄνθρωπος, ὥς φασι, διὰ ζῆλον σωφροσύνης πικρότερος, καὶ πλέον, ὡς ἔφη τις τῶν οἰκειοτάτων αὐτῷ ἐκ νέας ἡλικίας, θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο: καὶ διὰ μὲν ὀρθότητα βίου οὐκ ἀσφαλὴς πρὸς τὰ μελλόντα, δἰ ἁπλότητα δὲ εὐχερής: ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο: καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν ὠφελῆσαι τὰ τῶν ἀκουόντων ἤθη, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικὸς τοῖς ἀγνοοῦσιν αὐτὸν ἐνομίζετο.