Ancient Greek · ~2 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.20
Not analysed yet
Ὡς μετὰ Ἀρσάκιον Ἀττικὸς τὸν Κωνσταντινουπόλεως θρόνον κατέσχεν. Ἀρσάκιος δὲ οὐ πολὺν ἐπεβίω τῇ ἐπισκοπῇ χρόνον: τῇ γὰρ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Στελίχωνος τὸ δεύτερον καὶ Ἀνθεμίου, περὶ τὴν ἑνδεκάτην τοῦ Νοεμβρίου μηνὸς ἐτελεύτησε. Περισπουδάστου δὲ πολλοῖς γενομένης τῆς ἐπισκοπῆς, καὶ διὰ τοῦτο πολλοῦ διαδραμόντος χρόνου, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ἀρκαδίου τὸ ἕκτον, καὶ Πρόβου, προεβλήθη εἰς τὴν ἐπισκοπὴν ἀνὴρ εὐλαβὴς, ᾧ ὄνομα ἦν Ἀττικός: ὃς τὸ μὲν γένος ἐκ Σεβαστείας τῆς Ἀρμενίας κατῆγεν: ἀσκητικὸς δὲ τὸν βίον ἐκ νέας ἡλικίας, καὶ ἄλλως μετὰ τοῦ μετρίως πεπαιδεῦσθαι πλέον φυσικῶς φρόνιμος ἦν: ἀλλὰ περὶ μὲν τούτου μικρὸν ὕστερον λέξω.