Ancient Greek · ~3 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.21
Not analysed yet
Περὶ τῆς Ἰωάννου ἐν ἐξορίᾳ πρὸς Κύριον ἀναλύσεως. Ἰωάννης δὲ ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἐν Κομάνοις τοῦ Εὐξείνου Πόντου ἐτελεύτησε, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου τὸ δεύτερον. Ἀνὴρ, ὡς καὶ πρότερον ἔφην, διὰ ζῆλον σωφροσύνης θυμῷ πλέον ἢ αἰδοῖ χαριζόμενος, καὶ διὰ σωφροσύνην παρρησιαιτέρᾳ διὰ βίου τῇ γλώσσῃ χρησάμενος. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς τοσοῦτον ζῆλον σωφροσύνης ἀσκῶν ἐν προσομιλίαις αὐτοῦ καταφρονεῖν τῆς σωφροσύνης ἐδίδαξε. Μιᾶς γὰρ μετὰ τὸ βάπτισμα παρὰ τῆς συνόδου τῶν ἐπισκόπων μετανοίας τοῖς ἐπταικόσι δοθείσης, αὐτὸς ἀπετόλμησεν εἰπεῖν, Χιλιάκις μετανοήσας εἴσελθε. Ἐφ̓ ᾗ διδασκαλίᾳ πολλοὶ μὲν τῶν γνωρίμων αὐτοῦ κατέγνωσαν: μάλιστα δὲ Σισίννιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, ὃς καὶ λόγον ὑπεναντίον τοῦ λεχθέντος συνέγραψεν, καὶ γενναίως αὐτοῦ διὰ τοῦτο κατέδραμεν: ἀλλὰ ταῦτα μὲν ἤδη πρότερον ἐγεγόνει.