Ancient Greek · ~3 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.1
Not analysed yet
Ὡς τοῦ βασιλέως Ἀρκαδίου τελευτήσαντος, καὶ καταλιπόντος τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ, Ἀνθέμιος ὕπαρχος τὴν τῶν ὅλων διοίκησιν ἐποιεῖτο. Τοῦ δὴ βασιλέως Ἀρκαδίου τελευτήσαντος τῇ πρώτῃ τοῦ Μαίου μηνὸς, ἐν ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, Ὁνώριος μὲν ὁ αὐτοῦ ἀδελφὸς τὰ ἑσπέρια διεῖπε μέρη: ὑπὸ δὲ τῷ υἱῷ τῷ νέῳ Θεοδοσίῳ ὀκταετεῖ τυγχάνοντι τὰ τῆς ἑῴας ἐτάττετο: Ἀνθεμίου τοῦ ὑπάρχου τὴν διοίκησιν ποιουμένου τῶν ὅλων, ὃς ἔγγονος μὲν ἦν Φιλίππου τοῦ Παῦλον τὸν ἐπίσκοπον ἐπὶ Κωνσταντίου ἐκβαλόντος τῆς ἐκκλησίας, ἀντεισαγαγόντος δὲ Μακεδόνιον. Οὗτος τὰ μεγάλα τείχη τῇ Κωνσταντινουπόλει περιεβάλετο: φρονιμώτατος δὲ τῶν τότε ἀνθρώπων καὶ ἐδόκει καὶ ἦν, καὶ ἀβούλως ἔπραττεν οὐδέν: ἀλλὰ ἀνεκοινοῦτο πολλοῖς τῶν γνωρίμων περὶ τῶν πρακτέων, μάλιστα δὲ Τρωΐλῳ τῷ σοφιστῇ, ὃς μετὰ τῆς οὔσης αὐτῷ σοφίας καὶ κατὰ τὴν πολιτικὴν φρόνησιν τῷ Ἀνθεμίῳ ἐφάμιλλος ἦν: διὸ σχεδὸν πάντα τῇ συμβουλῇ Τρωΐλου ἐπράττετο.