Ancient Greek · ~21 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.23.1
Not analysed yet
Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως τελευτῆς. Τελευτᾷ δὲ οὐ πολὺ μετὰ τὴν Ἰωάννου τελευτὴν ὁ βασιλεὺς Ἀρκάδιος, ἀνὴρ πρᾷος καὶ ἡσύχιος, καὶ πρὸς τῷ τέλει τῆς ζωῆς θεοφιλοῦς δόξαν κτησάμενος ἐξ αἰτίας τοιᾶσδε. Ἐν τῇ Κωνσταντινουπόλει οἶκος ἐστὶ μέγιστος, Καρύαν ἔχων ἐπώνυμον: ἔστι γὰρ ἐν τῇ αὐλῇ τοῦ οἴκου δένδρον καροία, ἐφ̓ ἧς κρεμασθῆναι λόγος τὸν μάρτυρα Ἀκάκιον καὶ τελειωθῆναι: δἰ ἣν αἰτίαν καὶ οἰκίσκος τῷ δένδρῳ παρῳκοδομήθη εὐκτήριος. Τοῦτον ἱστορῆσαι ὁ βασιλεὺς Ἀρκάδιος βουληθεὶς, εἰς αὐτὸν παρεγένετο: εὐξάμενός τε αὖθις ἀπεχώρει. Πάντες δὲ οἱ περιοικοῦντες τὸν εὐκτήριον οἶκον ἐπὶ τῷ θεάσασθαι τὸν βασιλέα συνέτρεχον. Καὶ οἱ μὲν ἔξω τῆς οἰκίας γενόμενοι προκαταλαβεῖν τὰς παρόδους ἐσπούδαζον, ἀφ̓ ὧν φανερώτερόν τε τοῦ βασιλέως τὸ πρόσωπον καὶ τὴν περὶ αὐτὸν δορυφορίαν ἡγοῦντο θεάσασθαι: ἄλλοι δὲ ἐπηκολούθουν, ἕως ἅπαντες σὺν γυναιξὶ καὶ παιδίοις ἐκτὸς τοῦ οἴκου ἐγένοντο: καὶ μετὰ τοῦτο εὐθὺς ὁ περικείμενος τῷ εὐκτηρίῳ μέγιστος οἶκος ἅπας κατέπεσεν. Ἐκ δὴ τούτου βοὴ σὺν θαύματι ἐπηκολούθει, ὡς ἡ τοῦ βασιλέως εὐχὴ τοσούτους τῆς ἀπωλείας ἐρρύσατο: τοῦτο μὲν οὕτως ἐγένετο. Καταλιπὼν δὲ τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ τυγχάνοντα ἐτελεύτησεν ἐν ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, τῇ πρώτῃ τοῦ Μαΐου μηνός: τοῦτο δὲ ἦν ἔτος δεύτερον τῆς διακοσιοστῆς ἐνενηκοστῆς ἑβδόμης Ὀλυμπιάδος: συμβασιλεύσας μὲν τῷ πατρὶ Θεοδοσίῳ ἔτη δεκατρία, μετὰ δὲ τὴν τελευτὴν τοῦ πατρὸς ἔτη δεκατέσσαρα: ζήσας ἔτη τριακονταέν. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δώδεκα, μηνῶν ἕξ. Ἐν ἄλλοις ἀντιγράφοις εὔρηται ταῦτα κείμενα, οὐχ ὡς λείποντα, ἀλλὰ κατὰ τρόπον ἄλλον φράσεως ὄντα. Συνείδομεν οὖν ὡς καλόν ἐστι ταῦτα παραθέσθαι: τούτου χάριν ταῦτα παρεθήκαμεν ἐνταῦθα. Ἐπειδὴ δὲ ἐν τοσούτῳ συνέβη τῆς Ἐφέσου τελευτῆσαι τὸν ἐπίσκοπον, ἀνάγκη κατέλαβε τὸν Ἰωάννην εἰς τὴν Ἔφεσον ἀπελθεῖν ἐπὶ τὸ χειροτονῆσαι ἐπίσκοπον. Καὶ γενόμενος ἐν αὐτῇ, ἄλλων τε ἄλλον προβαλέσθαι σπουδαζόντων, αὐτὸς Ἡρακλείδην τινὰ διάκονον ἑαυτοῦ, γένει Κύπριον, εἰς τὴν ἐπισκοπὴν προεβάλετο. Γενομένης δὲ ἐπὶ τούτῳ στάσεως ἐν τῇ Ἐφέσῳ, ὡς οὐκ ἀξίου πρὸς τὴν ἐπισκοπὴν τοῦ Ἡρακλείδου, ἀνάγκη γέγονε χρονίζειν τὸν Ἰωάννην κατὰ τὴν Ἔφεσον. Παρέλκοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν, ὁ Σεβηριανὸς ἐν τῇ Κωνσταντινουπόλει ἐρασμιώτερος τοῖς ἀκροαταῖς ἐγίνετο. Καὶ ταῦτα οὐκ ἐλάνθανε τὸν Ἰωάννην: ταχέως γὰρ αὐτῷ τὰ γινόμενα διηγγέλλετο παρὰ Σαραπίωνος, ὃ πάνυ ἠγαπᾶτο παρὰ τοῦ Ἰωάννου, καὶ πᾶσαν τὴν περὶ τὸ ἐπισκόπειον φροντίδα ἐκεχείριστο, διὰ τὸ εὐλαβὲς αὐτοῦ καὶ ἐν πᾶσι πιστὸν καὶ περὶ πάντα νηφάλεον καὶ σπουδαῖον περὶ τὴν τοῦ ἐπισκόπου συγκρότησιν. Ἀλλ̓ οὐκ εἰς μακρὰν Ἰωάννης ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ αὐτὸς μὲν πάλιν τὴν προσήκουσαν κηδεμονίαν τῶν ἐκκλησιῶν ἐποιεῖτο: μεταξὺ δὲ Σαραπίωνος τοῦ διακόνου καὶ Σεβηριανοῦ τοῦ ἐπισκόπου πολλή τις ἦν μικροψυχία: τοῦ μὲν Σαραπίωνος ἀντικειμένου τῷ Σεβηριανῷ διὰ τὸ ἐθέλειν αὐτὸν ἐν ταῖς διαλέξεσι παρευδοκιμεῖν τοῦ Ἰωάννου, τοῦ δὲ Σεβηριανοῦ ζηλοῦντος τὸν Σαραπίωνα διὰ τὸ προσκεῖσθαι αὐτῷ Ἰωάννην τὸν ἐπίσκοπον, καὶ πᾶσαν τὴν φροντίδα ἐγχειρισθῆναι τοῦ ἐπισκοπείου. Οὕτω δὲ πρὸς ἀλλήλους ἐχόντων, συνέβη τὴν κακίαν τοῦ μίσους ἐπὶ πλεῖον προελθεῖν ἐξ αἰτίας τοιᾶσδε. Ποτὲ γὰρ τοῦ Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν ὁ Σαραπίων οὐκ ἀπένειμεν: ἀλλὰ καθήμενος διετέλει, ἢ μὴ ἑωρακὼς αὐτὸν, ὡς ὕστερον ἐπὶ τοῦ συνεδρίου μεθ̓ ὅρκων ἐβεβαιοῦτο, ἢ μικρὰ φροντίσας ὡς κατὰ ἐπισκόπου παρουσίας, καθὼς ἔλεγε Σεβηριανὸς, οὐκ ἔχω λέγειν: ὁ Θεὸς μόνος ἴστω. Τότε δὲ Σεβηριανὸς οὐκ ἤνεγκε τὴν τοῦ Σαραπίωνος καταφρόνησιν, ἀλλὰ παῤ αὐτὰ καὶ πρὸ κοινῆς διαγνώσεως συνεδρίου, μεθ̓ ὅρκου κατακρίνει τὸν Σαραπίωνα, καὶ οὐ μόνον τῆς ἀξίας τοῦ διακόνου ἀποκηρύττει, ἀλλὰ καὶ τῆς ἐκκλησίας αὐτῆς: μαθὼν ταῦτα Ἰωάννης βαρέως ἤνεγκεν. Τοῦ δὲ πράγματος μετὰ ταῦτα ζητουμένου ἐπὶ συνεδρίου, καὶ τοῦ Σαραπίωνος ἀπολογουμένου καὶ πιστουμένου τὸ μὴ ἑωρακέναι, ἀλλὰ καὶ μάρτυρας παράγοντος, τὸ μὲν κοινὸν τῶν συνεληλυθότων ἐπισκόπων συνεγίνωσκε, καὶ παρεκάλει τὸν Σεβηριανὸν δέξασθαι ἀπολογούμενον τὸν Σαραπίωνα. Ὁ δὲ ἐπίσκοπος Ἰωάννης πρὸς πληροφορίαν Σεβηριανοῦ ἀφορίζει τὸν Σαραπίωνα, ἑβδομάδα ἀποστήσας τῆς τιμῆς τοῦ διακόνου: καίτοι ἐν πᾶσι τοῖς πράγμασι δεξιὰν χεῖρα ἔχων αὐτὸν, καὶ περὶ τὰς ἐκκλησιαστικὰς ἀποκρίσεις ὀξύτατον καὶ σπουδαῖον ὄντα. Σεβηριανὸς δὲ οὐδ̓ οὕτως ἐπείθετο: ἀλλὰ παντοῖος ἐγίνετο τελείως ἀποκηρυχθῆναι τῆς διακονίας τὸν Σαραπίωνα καὶ τῆς κοινωνίας. Λυπηθεὶς σφόδρα ἐπὶ τούτοις Ἱωάννης, καὶ ἀναστὰς ἀπὸ τοῦ συνεδρίου, κατέλιπε τοῖς παροῦσιν ἐπισκόποις τὰ τῆς δίκης, εἰρηκὼς πρὸς αὐτοὺς, Τὸ παριστάμενον ὑμῖν καταξιώσατε αὐτοὶ διαλαβόντες καὶ κρίναντες ὁρίσαι, ἐγὼ γὰρ παραιτοῦμαι τὴν μεταξὺ αὐτῶν διάγνωσιν. Τούτων λεχθέντων ὑπὸ Ἰωάννου, καὶ ἀναστάντος αὐτοῦ, ὁμοίως καὶ τὸ κοινὸν τοῦ συνεδρίου ἀναστὰν κατέλιπεν οὕτω τὰ τῆς δίκης, καταμεμφόμενοι μᾶλλον Σεβηριανὸν διὰ τὸ μὴ εἶξαι τοῖς ῥηθεῖσι παρὰ τοῦ ἐπισκόπου Ἰωάννου. Τοῦ λοιποῦ δὲ οὐκέτι εἰς συντυχίαν τὸν Σεβηριανὸν Ἰωάννης ἐδέξατο: ἀλλ̓ εἰς τὴν πατρίδα τὴν αὐτοῦ ἐκδημεῖν αὐτὸν παρεκελεύετο, δηλώσας αὐτῷ τοιάδε: Οὐκ ἔστι χρήσιμον, φησὶ, ὦ Σεβηριανὲ, ἐν τοσούτῳ χρόνῳ τὴν ἐμπιστευθεῖσάν σοι παροικίαν ἀπρονόητον καὶ ἐκτὸς ἐπισκόπου τυγχάνειν: διὸ σπεύσας κατάλαβε τὰς ἐκκλησίας σου, καὶ μὴ ἀμέλει τοῦ χαρίσματος τοῦ ἐν σοί. Ἤδη δὲ στειλαμένου αὐτοῦ ἐπὶ τὴν ὁδοιπορίαν, γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ: παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὸς παρακαλοῦντος ἐπείθετο. Ἕως ἡ βασίλισσα Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν Θεοδόσιον τοῦτον τὸν νέον, τότε κομιδῆ νήπιον ὄντα, εἰς τὰ γόνατα τοῦ Ἰωάννου ἐμβαλοῦσα, καὶ ὅρκους κατ̓ αὐτοῦ πολλοὺς καθορκώσασα, μόλις τὴν πρὸς Σεβηριανὸν ἔπεισε φιλίαν ἀσπάσασθαι. Τοῦτον μὲν οὖν τὸν τρόπον: καὶ τὰ ἑξῆς.