Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.10
Not analysed yet
Ὡς κατὰ τόνδε τὸν χρόνον ἡ Ῥώμη ὑπὸ βαρβάροις γέγονεν, Ἀλαρίχου ταύτην πορθήσαντος. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὴν Ῥώμην ὑπὸ βαρβάρων ἁλῶναι συνέβη. Ἀλάριχος γάρ τις βάρβαρος, ὑπόσπονδος ὢν Ῥωμαίοις, καὶ τῷ βασιλεῖ Θεοδοσίῳ εἰς τὸν κατὰ Εὐγενίου τοῦ τυράννου πόλεμον συμμαχήσας, καὶ διὰ τοῦτο Ῥωμαϊκῇ ἀξίᾳ τιμηθεὶς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν. Ἀλλὰ βασιλεύειν μὲν οὐ προείλετο: ἀναχωρήσας δὲ τῆς Κωνσταντινουπόλεως, ἐπὶ τὰ ἑσπέρια μέρη διέβαινε: γενόμενος δὲ ἐπὶ τὰ Ἰλλυριῶν εὐθὺς πάντα ἀνέτρεπε. Διαβαίνοντι δὲ αὐτῷ Θεσσαλοὶ ἀντέστησαν περὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ ποταμοῦ, ὅθεν δἰ ὄρους Πίνδου ἐπὶ Νικόπολιν τῆς Ἠπείρου διαβῆναι ἐστί: καὶ συμβαλόντες περὶ τρισχιλίους ἀνεῖλον οἱ Θεσσαλοί. Μετὰ δὲ ταῦτα πᾶν τὸ παραπεσὸν ἀφανίζοντες οἱ σὺν αὐτῷ, τέλος καὶ τὴν Ῥώμην κατέλαβον: καὶ πορθήσαντες αὐτὴν, τὰ μὲν πολλὰ τῶν θαυμαστῶν ἐκείνων θεαμάτων κατέκαυσαν: τὰ δὲ χρήματα δἰ ἁρπαγῆς ἔλαβον: καὶ πολλοὺς τῆς συγκλήτου βουλῆς διαφόροις δίκαις ὑποβαλόντες ἀπώλεσαν. Καταπαίζων τε τῆς βασιλείας ἀναδείκνυσι βασιλέα, ὀνόματι Ἄτταλον: ὃν μίαν μὲν ἡμέραν ὡς βασιλέα δορυφορούμενον προϊέναι ἐκέλευε, τὴν δὲ ἄλλην ἐν δούλου τάξει φαίνεσθαι παρεσκεύαζεν. Καὶ ταῦτα καταπραξάμενος εἰς φυγὴν ἐτράπη, φήμης αὐτὸν ἐν φόβῳ καταστησάσης, ὡς εἴη ὁ βασιλεὺς Θεοδόσιος δύναμιν ἀποστείλας τὴν αὐτῷ πολεμήσουσαν. Τὰ μὲν οὖν τῆς φήμης οὐκ ἦν πεπλασμένα: ἀληθῶς γὰρ ἡ δύναμις ἐπορεύετο: κἀκεῖνος τὴν φήμην οὐχ ὑπομείνας, ἀλλ̓, ὡς ἔφην, ἀποδρὰς ᾤχετο. Λέγεται δὲ ὡς ἀπιόντι αὐτῷ ἐπὶ τὴν Ῥώμην εὐλαβής τις ἀνὴρ, μοναχὸς τὸν βίον, παρῄνει, μὴ ἐπιχαίρειν ἐν τηλικούτοις κακοῖς, μηδὲ χαίρειν φόνοις καὶ αἵμασιν. Ὁ δὲ, Οὐκ ἐγὼ, ἔφη, ἐθελοντὴς ἐπὶ τὰ ἐκεῖ πορεύομαι: ἀλλά τις καθ̓ ἑκάστην ὀχλεῖ μοι βασανίζων, καὶ λέγων, Ἄπιθι, τὴν Ῥωμαίων πόρθησον πόλιν. Τοσαῦτα μὲν καὶ περὶ τούτου.