Ancient Greek · ~2 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.9
Not analysed yet
Οἱ κατὰ τούσδε τοὺς χρόνους ἐν Ἀντιοχείᾳ καὶ Ῥώμῃ ἐπισκοπήσαντες. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἀντιόχειαν Φλαβιανοῦ τελευτήσαντος, Πορφύριος τὴν ἐπισκοπὴν διεδέξατο: μετὰ δὴ Πορφύριον αὖθις Ἀλέξανδρος τῆς ἐκεῖσε ἐκκλησίας προέστη. Κατὰ δὲ τὴν Ῥωμαίων, Δάμασον ἐπὶ δεκαοκτὼ ἔτη τῆς ἐπισκοπῆς κρατήσαντα Σιρίκιος διεδέξατο: Σιρικίου δὲ δεκαπέντε ἔτη κρατήσαντος, Ἀναστάσιος ἐπὶ ἔτη τρία τῆς ἐκκλησίας ἐκράτησε: μετὰ δὲ Ἀναστάσιον Ἰνοκέντιος: ὃς πρῶτος τοὺς ἐν Ῥώμῃ Ναυατιανοὺς ἐλαύνειν ἤρξατο, πολλάς τε αὐτῶν ἐκκλησίας ἀφείλετο.