Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.12
Not analysed yet
Περὶ Χρυσάνθου τοῦ Ναυατιανῶν ἐν Κωνσταντινουπόλει ἐπισκόπου. Σισιννίου δὲ τελευτήσαντος, Χρύσανθος καθειλκύσθη εἰς τὴν ἐπισκοπήν: ὃς υἱὸς μὲν ἦν Μαρκιανοῦ τοῦ γενομένου Ναυατιανῶν ἐπισκόπου πρὸ Σισιννίου. Ἐκ νέας δὲ ἡλικίας κατὰ τὰ βασίλεια στρατευσάμενος, ὕστερον ἐπὶ τοῦ μεγάλου Θεοδοσίου τοῦ βασιλέως ὑπατικὸς τῆς Ἰταλίας γενόμενος, μετὰ ταῦτα καὶ βικάριος τῶν Βρεττανικῶν νήσων καταστὰς ἐθαυμάσθη ἐπὶ ταῖς διοικήσεσι. Προβὰς δὲ τῇ ἡλικίᾳ, καὶ καταλαβὼν τὴν Κωνσταντινούπολιν, σπεύδων δὲ ἔπαρχος γενέσθαι πόλεως, εἰς τὴν ἐπισκοπὴν ἄκων εἱλκύσθη. Σισιννίου γὰρ ἐν καιρῷ τελευτῆς μνείαν αὐτοῦ ὡς ἐπιτηδείου πρὸς τὴν ἐπισκοπὴν ποιησαμένου, ὁ Ναυατιανῶν λαὸς ὡς νόμον τὴν ἐκείνου φωνὴν λαβὼν, καὶ ἄκοντα βιαίως ἕλκειν ἐπεχείρουν. Τοῦ δὴ Χρυσάνθου φυγόντος, Σαββάτιος καιρὸν νομίσας εὑρηκέναι εὔκαιρον, ἐν ᾧ τῶν ἐκκλησιῶν ἐγκρατὴς γένηται, κατασκευάζει χεῖρας ἐπιθεῖναι αὐτῷ τινὰς ἀσήμους, τὸν ὅρκον ὃν ὀμωμόκει παῤ οὐδὲν θέμενος. Ἐν δὲ τοῖς χειροτονήσασιν αὐτὸν ἦν καὶ Ἑρμογένης, ὃς ἐπὶ βλασφήμοις συγγράμμασιν ὑπ’ αὐτοῦ μετὰ κατάρας ἐκκεκήρυκτο. Οὐ μὴν αὐτῷ ὁ σκοπὸς τέλος ἐδέξατο: μισήσας γὰρ αὐτοῦ ὁ λαὸς τὸ δύστροπον, ὅτι πάντα σκοπὸν τοῦ παρεισδῦναι εἰς τὴν ἐπισκοπὴν ἔπραττε, παντοῖος ἐγένετο ἀνερευνᾷν τὸν Χρύσανθον: ὃν καὶ εὑρόντες περὶ Βιθυνίαν κρυπτόμενον, πρὸς τὴν ἐπισκοπὴν ἑλκύσαντες προεβάλοντο. Οὗτος ὁ ἀνὴρ φρόνιμος ἐν ταὐτῷ καὶ σώφρων, εἰ καί τις ἄλλος, ὑπῆρχε: καὶ σφόδρα τὰς Ναυατιανῶν ἐκκλησίας ἐν τῇ Κωνσταντινουπόλει συνεκρότησέν τε καὶ ηὔξησε. Καὶ πρῶτος τοῖς πτωχοῖς οἴκοθεν χρυσίον διένειμεν: ἀπό τε τῶν ἐκκλησιῶν οὐδὲν ἐδέξατο, πλὴν κατὰ Κυριακὴν δύο ἄρτους τῶν εὐλογιῶν ἐλάμβανεν. Οὕτω δὲ ἦν περὶ τὴν ἑαυτοῦ ἐκκλησίαν σπουδαῖος, ὡς καὶ Ἀβλάβιον τὸν ἑαυτοῦ γενναιότατον ῥήτορα τοῦ σοφιστοῦ Τρωΐλου συλλαβεῖν, καὶ πρὸς τὴν τοῦ πρεσβυτέρου τάξιν προχειρίσασθαι: οὗ γλαφυραὶ προσομιλίαι καὶ σύντονοι φέρονται. Ἀλλ̓ Ἀβλάβιος μὲν ὕστερον τῆς ἐν Νικαίᾳ τῶν Ναυατιανῶν ἐκκλησίας ἐπίσκοπος κατέστη, ἐν ταὐτῷ καὶ σοφιστεύων ἐν ταύτῃ.