Ancient Greek · ~15 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.13.1
Not analysed yet
Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης μάχης μεταξὺ Χριστιανῶν καὶ Ἰουδαίων, καὶ τῆς τοῦ ἐπισκόπου Κυρίλλου πρὸς τὸν ὕπαρχον Ὀρέστην διαφορᾶς. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Ἰουδαίων ἔθνος τῆς Ἀλεξανδρείας ἐξελαθῆναι ὑπὸ τοῦ ἐπισκόπου Κυρίλλου συνέβη δἰ αἰτίαν τοιάνδε. Ὁ Ἀλεξανδρέων δῆμος πλέον τῶν ἄλλων δήμων χαίρει ταῖς στάσεσιν: εἰ δέ ποτε καὶ προφάσεως ἐπιλάβηται, εἰς ἀφόρητα καταστρέφει κακά: δίχα γὰρ αἵματος οὐ παύεται τῆς ὁρμῆς. Ἔτυχε δὲ τότε στασιάζειν αὐτὸ τὸ πλῆθος πρὸς ἑαυτὸ οὐ δἰ ἀναγκαίαν τινὰ πρόφασιν, ἀλλὰ διὰ τὸ ἐπιπολάζον ἁπάσαις ταῖς πόλεσι κακὸν, φημὶ δὴ τὸ σπουδάζειν περὶ τοὺς ὀρχηστάς. Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ σαββάτου ὀρχούμενος πλείονας ὄχλους συνήθροιζε, τῷ Ἰουδαίους ἀργοῦντας ἐν αὐτῇ, μὴ τῇ ἀκροάσει τοῦ νόμου ἀλλὰ τοῖς θεατρικοῖς σχολάζειν, ἐπίμαχος τοῖς τοῦ δήμου μέρεσιν ἡ ἡμέρα κατέστη. Καὶ τούτου τρόπον τινὰ ὑπὸ τοῦ ὑπάρχου τῆς Ἀλεξανδρείας ἐν τάξει καταστάντος, οὐδὲν ἧττον ἔμειναν οἱ Ἰουδαῖοι τοῖς τοῦ ἑτέρου μέρους ἀντιπαθοῦντες: καὶ ἀεὶ μὲν πολέμιοι πανταχοῦ τοῖς Χριστιανοῖς καθεστῶτες, ἔτι δὲ πλέον διὰ τοὺς ὀρχηστὰς ἐκπεπολέμωντο καθ̓ ἑαυτῶν. Καὶ δὴ τότε Ὀρέστου τοῦ τῆς Ἀλεξανδρείας ἐπάρχου πολιτείαν ἐν τῷ θεάτρῳ ποιοῦντος,—οὕτω δὲ ὀνομάζειν εἰώθασιν τὰς δημοτικὰς διατυπώσεις,—παρῆσαν καὶ τοῦ ἐπισκόπου Κυρίλλου οἱ σπουδασταὶ, τὰς γινομένας παρὰ τοῦ ἐπάρχου διατυπώσεις γνῶναι βουλόμενοι. Ἦν δὲ ἐν αὐτοῖς τις ἀνὴρ ὀνόματι Ἱέραξ, ὃς γραμμάτων μὲν τῶν πεζῶν διδάσκαλος ἦν, διάπυρος δὲ ἀκροατὴς τοῦ ἐπισκόπου Κυρίλλου καθεστὼς, καὶ περὶ τὸ κρότους ἐν ταῖς διδασκαλίαις αὐτοῦ ἐγείρειν ἦν σπουδαιότατος. Τοῦτον τοίνυν τὸν Ἱέρακα τὸ πλῆθος τῶν Ἰουδαίων ἐν τῷ θεάτρῳ θεασάμενοι κατεβόων εὐθὺς, ὡς δι οὐδὲν ἄλλο παραβάλλει τῷ θεάτρῳ, ἢ ἵνα στάσιν τῷ δήμῳ ἐμβάλοι.’ Ὀρέστης δὲ καὶ πρότερον μὲν ἐμίσει τὴν δυναστείαν τῶν ἐπισκόπων, ὅτι παρῃροῦντο πολὺ τῆς ἐξουσίας τῶν ἐκ βασιλέως ἄρχειν τεταγμένων: μάλιστα δὲ ὅτι καὶ ἐποπτεύειν αὐτοῦ τὰς διατυπώσεις Κύριλλος ἐβούλετο: ἁρπάσας οὖν τὸν Ἱέρακα δημοσίᾳ ἐν τῷ θεάτρῳ βασάνοις ὑπέβαλλεν. Τοῦτο γνοὺς ὁ Κύριλλος μεταπέμπεται τοὺς Ἰουδαίων πρωτεύοντας, καὶ ὅσα εἰκὸς, εἰ μὴ παύσαιντο κατὰ Χριστιανῶν στασιάζοντες, διηπείλησε. Τὸ δὲ πλῆθος τῶν Ἰουδαίων τῆς ἀπειλῆς αἰσθόμενον φιλονεικότερον γέγονε: καὶ μηχανὰς ἐπενόουν ἐπὶ βλάβῃ τῶν Χριστιανῶν, ὧν τὴν κορυφαιοτάτην καὶ αἰτίαν τοῦ ἐξελαθῆναι αὐτοὺς τῆς Ἀλεξανδρείας γενομένην διηγήσομαι. Σύνθεμα δόντες ἑαυτοῖς, δακτυλίου φόρεμα ἐκ φοίνικος γεγονὸς φλοιοῦ θαλλοῦ, νυκτομαχίαν κατὰ τῶν Χριστιανῶν ἐπενόησαν. Καὶ ἐν μιᾷ τῶν νυκτῶν κηρύσσειν κατὰ τὰ κλίματα τῆς πόλεως τινὰς παρεσκεύασαν βοῶντας, ὡς ἡ ἐπώνυμος Ἀλεξάνδρου ἐκκλησία πᾶσα πυρὶ καίοιτο. Τοῦτο ἀκούσαντες Χριστιανοὶ ἄλλος ἀλλαχόθεν συνέτρεχεν, ὡς τὴν ἐκκλησίαν περισώσοντες: οἵτε Ἰουδαῖοι εὐθὺς ἐπετίθεντο καὶ ἀπέσφαττον ἀλλήλων μὲν ἀπεχόμενοι, δεικνύντες τοὺς δακτυλίους: τοὺς δὲ προσπίπτοντας τῶν Χριστιανῶν ἀναιροῦντες. Γενομένης δὲ ἡμέρας, οὐκ ἐλάνθανον οἱ τὸ ἄγος ἐργασάμενοι: ἐφ̓ ᾧ κινηθεὶς ὁ Κύριλλος σὺν πολλῷ πλήθει ἐπὶ τὰς συναγωγὰς τῶν Ἰουδαίων παραγενόμενος,—οὕτω γὰρ τοὺς εὐκτηρίους αὐτῶν ὀνομάζουσι τόπους,—τὰς μὲν ἀφαιρεῖται, τοὺς δὲ ἐξελαύνει τῆς πόλεως, καὶ τὰς οὐσίας αὐτῶν διαρπαγῆναι ὑπὸ τοῦ πλήθους ἀφείς. Οἱ μὲν οὖν Ἰουδαῖοι, ἐκ τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος χρόνων οἰκήσαντες τὴν πόλιν, τότε αὐτῆς γυμνοὶ ἅπαντες ἀπανέστησαν, καὶ ἄλλοι ἀλλαχοῦ διεσπάρησαν. Ἀδαμάντιος δὲ ἰατρικῶν λόγων σοφιστὴς, ἐπὶ τὴν Κωνσταντινούπολιν ὁρμήσας, καὶ τῷ ἐπισκόπῳ προσφυγὼν Ἀττικῷ, ἐπαγγειλάμενός τε Χριστιανίζειν αὖθις ὑστέρῳ χρόνῳ τὴν Ἀλεξάνδρειαν ᾤκησεν. Ὁ τοίνυν τῆς Ἀλεξανδρέων ἔπαρχος Ὀρέστης σφόδρα ἐπὶ τῷ γενομένῳ ἐχαλέπῃνε: καὶ πένθος μέγα ἐτίθετο τηλικαύτην πόλιν οὕτως ἄρδην τοσούτων ἐκκενωθῆναι ἀνθρώπων: διὸ καὶ τὰ γενόμενα ἀνέφερε βασιλεῖ. Κύριλλος δὲ καὶ αὐτὸς τὰς Ἰουδαίων πλημμελείας γνωρίμους καθιστῶν βασιλεῖ οὐδὲν ἧττον καὶ περὶ φιλίας πρὸς Ὀρέστην ἐπρεσβεύετο: τοῦτο γὰρ ὁ λαὸς τῶν Ἀλεξανδρέων αὐτὸν ποιεῖν κατηνάγκαζεν. Ἐπεὶ δὲ τοὺς περὶ φιλίας λόγους Ὀρέστης οὐ προσεδέχετο, τὴν βίβλον τῶν εὐαγγελίων ὁ Κύριλλος προΐσχετο, διὰ ταύτης γοῦν καταιδέσειν τὸν Ὀρέστην ἡγούμενος. Ὡς δὲ οὐδὲ τούτῳ τῷ τρόπῳ ὁ Ὀρέστης ἐμαλάσσετο, ἀλλ̓ ἔμενε μεταξὺ αὐτῶν ἄσπονδος πόλεμος, τάδε ἐπισυνέβη γενέσθαι.