Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.26
Not analysed yet
Περὶ Σισιννίου τοῦ μετὰ Ἀττικὸν Κωνσταντινουπόλεως ἐπισκοπήσαντος. Ἐγένετο δὲ μετὰ τὴν τελευτὴν Ἀττικοῦ πολλὴ φιλονεικία περὶ χειροτονίας ἐπισκόπου, ἄλλων ἄλλον ζητούντων: τινὲς μὲν γὰρ, φησὶ, Φίλιππον τὸν πρεσβύτερον ἐζήτουν: τινὲς δὲ Πρόκλον: καὶ οὗτος δὲ πρεσβύτερος ἦν. Κοινῇ δὲ πᾶς ὁ λαὸς ἐπόθει γίνεσθαι Σισίννιον: ὅς τις πρεσβύτερος μὲν ἦν καὶ αὐτὸς, ἐν οὐδεμιᾷ δὲ τῶν ἐντὸς τῆς πόλεως ἐκκλησιῶν ἐτέτακτο, ἀλλ̓ ἐν προαστείῳ τῆς Κωνσταντινουπόλεως, ᾧ ἐπώνυμον Ἐλαία, τὴν ἱερωσύνην ἐκεκλήρωτο: ὅπερ καταντικρὺ μὲν κεῖται τῆς πόλεως, ἐν αὐτῷ δὲ ἐξ ἔθους ἡ ἀναλήψιμος τοῦ Σωτῆρος ἐπιτελεῖται πάνδημος ἑορτή. Πόθον δὲ εἶχον τοῦ ἀνδρὸς πάντες οἱ λαϊκοὶ, ὅτι ἐπ’ εὐλαβείᾳ περιβόητος ἦν, καὶ μάλιστα ὅτι τοὺς πτωχοὺς ὑπὲρ δύναμιν ἐσπούδαζεν. Κατεκράτησεν οὖν ἡ τῶν λαϊκῶν σπουδή: καὶ χειροτονεῖται Σισίννιος τῇ εἰκάδι ὀγδόῃ τοῦ Φεβρουαρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Θεοδοσίου τὸ δωδέκατον καὶ Οὐαλεντινιανοῦ τοῦ νεωτέρου Αὐγούστου τὸ δεύτερον. Ἐπὶ τούτῳ Φίλιππος ὁ πρεσβύτερος, ὅτι αὐτοῦ προεκρίθη ἕτερος, πολλὰ τῆς χειροτονίας καθήψατο ἐν τῇ πεπονημένῃ αὐτῷ Χριστιανικῇ ἱστορίᾳ, διαβάλλων καὶ τὸν χειροτονηθέντα καὶ τοὺς χειροτονήσαντας, καὶ πολλῷ πλέον τοὺς λαϊκούς: τοιαῦτα τε εἶπεν, οἷα οὐκ ἂν ἑλοίμην παραδοῦναι γραφῇ, ἐπεὶ κἀκεῖνον οὐκ ἀποδέχομαι τῆς προπετείας, τοιαῦτα γραφῇ παραδοῦναι τολμήσαντα: μικρὰ δὲ περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι.