Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.27
Not analysed yet
Περὶ Φιλίππου πρεσβυτέρου τοῦ ἀπὸ Σίδης. Φίλιππος Σιδίτης μὲν ἦν τὸ γένος: Σίδη δὲ πόλις τῆς Παμφυλίας, ἀφ̓ ἧς ὥρμητο καὶ Τρώϊλος ὁ σοφιστὴς, οὗ καὶ συγγενῆ ἑαυτὸν εἶναι ἐσεμνύνετο. Διάκονος δὲ ἦν, ἐπεὶ τὰ πολλὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ συνῆν: ἐφιλοπόνει δὲ καὶ περὶ λόγους, καὶ πολλὰ καὶ παντοῖα βιβλία συνῆγε: ζηλώσας δὲ τὸν Ἀσιανὸν τῶν λόγων χαρακτῆρα, πολλὰ συνέγραφε, τά τε τοῦ βασιλέως Ἰουλιανοῦ κατὰ Χριστιανῶν βιβλία ἀνασκευάζων, καὶ Χριστιανικὴν ἱστορίαν συνέθηκεν: ἣν ἐν τριάκοντα ἓξ βιβλίοις διεῖλεν: ἕκαστον δὲ βιβλίον εἶχε τόμους πολλοὺς, ὡς τοὺς πάντας ἐγγὺς εἶναι χιλίους: ὑπόθεσις δὲ ἑκάστου τόμου ἰσάζει τῷ τόμῳ. Τὴν μὲν οὖν πραγματείαν ταύτην οὐκ ἐκκλησιαστικὴν ἱστορίαν, ἀλλὰ Χριστιανικὴν ἐπέγραψεν: πολλὰς δὲ συνεισφέρει ὕλας εἰς αὐτὴν, δεικνύναι βουλόμενος μὴ ἀπείρως ἔχειν ἑαυτὸν τῶν φιλοσόφων παιδευμάτων: διὸ καὶ συνεχῶς γεωμετρικῶν τε καὶ ἀστρονομικῶν καὶ ἀριθμητικῶν καὶ μουσικῶν θεωρημάτων ποιεῖται μνήμην, ἐκφράσεις τε λέγων νήσων καὶ ὀρέων καὶ δένδρων καὶ ἄλλων τινῶν εὐτελῶν. Δἰ ὧν καὶ χαύνην τὴν πραγματείαν εἰργάσατο: διὸ καὶ, ὡς νομίζω, ἀχρεῖον αὐτὴν καὶ ἰδιώταις καὶ εὐπαιδεύτοις πεποίηκεν: οἱ ἰδιῶται μὲν γὰρ τὸ κεκομψευμένον τῆς φράσεως ἰδεῖν οὐκ ἰσχύουσιν, οἱ δὲ εὐπαίδευτοι τῆς ταυτολογίας καταγινώσκουσιν. Ἀλλ̓ ἕκαστος μὲν περὶ τῶν βιβλίων ὡς ἔχει γνώμης κρινέτω: ἐγὼ δὲ ἐκεῖνό φημι, ὅτι τοὺς χρόνους τῆς ἱστορίας συγχέει. Μνημονεύσας γὰρ τῶν τοῦ αὐτοκράτορος Θεοδοσίου χρόνων, αὖθις ἐπὶ τοὺς Ἀθανασίου τοῦ ἐπισκόπου χρόνους ἀνέδραμεν: καὶ τοῦτο ὡς πλεῖστον ποιεῖ. Καὶ τοσαῦτα μὲν περὶ Φιλίππου: ὃ δὲ ἐπὶ Σισιννίου γέγονεν, ἀναγκαῖον εἰπεῖν.