Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.29
Not analysed yet
Ὡς μετὰ τὴν τελευτὴν Σισιννίου, Νεστόριον ἐκ τῆς Ἀντιοχείας μεταπεμψάμενοι ἐπίσκοπον Κωνσταντινουπόλεως πεποιήκασιν, ὃς εὐθὺς ἐφωράθη ὁποῖος ἦν. Μετὰ δὲ τὴν τελευτὴν Σισιννίου ἐδόκει τοῖς κρατοῦσι μηδένα μὲν διὰ τοὺς κενοσπουδαστὰς ἐκ τῆς ἐκκλησίας εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι: καίτοι πολλῶν μὲν τὸν Φίλιππον, πολλῶν δὲ τὸν Πρόκλον χειροτονηθῆναι σπευδόντων. Ἐπήλυδα δὲ ἐκ τῆς Ἀντιοχείας καλεῖν ἐβούλοντο: ἦν γάρ τις ἐκεῖ Νεστόριος τοὔνομα, τὸ μὲν γένος Γερμανικεύς: εὔφωνος δὲ ἄλλως καὶ εὔλαλος: διὸ καὶ ὡς προσεπιτήδειον εἰς διδασκαλίαν ἔγνωσαν μεταπέμπεσθαι. Τριμήνου οὖν διαδραμόντος, ἄγεται ἐκ τῆς Ἀντιοχείας ὁ Νεστόριος: ὅστις ἐπὶ σωφροσύνῃ μὲν παρὰ τοῖς πλείστοις ἐκηρύττετο: ὁποῖος δὲ ἦν ἐν τοῖς ἄλλοις τὸ ἦθος, ἀπὸ τῆς πρώτης αὐτοῦ διδασκαλίας τοὺς εὖ φρονοῦντας οὐκ ἔλαθε. Χειροτονηθεὶς γὰρ τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνὸς, ἐν ὑπατείᾳ Φίληκος καὶ Ταύρου, εὐθὺς ἐκείνην τὴν περιβόητον ἀφῆκε φωνὴν, ἐπὶ τοῦ λαοῦ παντὸς πρὸς τὸν βασιλέα τὸν λόγον ποιούμενος. Δός μοι, φησὶν, ὦ βασιλεῦ, καθαρὰν τὴν γῆν τῶν αἱρετικῶν, κἀγώ σοι τὸν οὐρανὸν ἀντιδώσω: συγκάθελέ μοι τοὺς αἱρετικοὺς, κἀγὼ συγκαθελῶ σοι τοὺς Πέρσας. Ταῦτα λεχθέντα, εἰ καί τινες τῶν πολλῶν πρὸς τοὺς αἱρετικοὺς ἀπεχθῶς ἔχοντες ἡδέως ἐδέχοντο, ἀλλ̓ οὖν γε, ὡς ἔφην, τοὺς εἰδότας ἐκ λόγου γνώμην τεκμῄρασθαι οὐκ ἔλαθεν οὐδὲ τὸ κοῦφον τῆς διανοίας, οὐδὲ τὸ θυμικὸν ἐν ταὐτῷ καὶ κενόδοξον: ὅτι μηδὲ τὸ βραχύτατον εἰς ὑπέρθεσιν ἀνασχόμενος εἰς τοιούτους προήχθη λόγους: ἀλλ̓ εἰ δεῖ κατὰ τὴν παροιμίαν εἰπεῖν, μηδὲ τοῦ τῆς πόλεως ὕδατος ἤδη γευσάμενος διάπυρος διώκτης ἐδείκνυτο. Πέμπτῃ γε οὖν μετὰ τὴν χειροτονίαν ἡμέρᾳ εὐκτήριον τῶν Ἀρειανῶν, ἐν ᾧ ἐν παραβύστῳ ηὔχοντο, καθελεῖν βουλόμενος, εἰς ἀπόνοιαν αὐτοὺς ἤλασεν. Ὁρῶντες γὰρ καθαιρούμενον τὸν εὐκτήριον τόπον, πῦρ ἐμβαλόντες ὑφῆψαν αὐτόν: ἐπινεμηθὲν δὲ τὸ πῦρ καὶ τὰς παρακειμένας οἰκίας ἀνήλωσε: θόρυβός τε ἐκ τούτου κατὰ τὴν πόλιν ἐγένετο, καὶ οἱ Ἀρειανοὶ πρὸς ἄμυναν ηὐτρεπίζοντο: ἀλλὰ τὸ μὲν κακὸν προβῆναι εἰς ἔργον οὐ συνεχώρησεν ὁ τὴν πόλιν ἀεὶ φυλάσσων Θεός. Πυρκαϊὰν δὲ τοῦ λοιποῦ ἀπεκάλουν αὐτὸν οὐ μόνον οἱ τῶν αἱρέσεων, ἀλλ̓ ἤδη καὶ οἱ οἰκεῖοι τῆς πίστεως: οὐ γὰρ ἐπαύετο, ἀλλὰ κατὰ τῶν αἱρέσεων τεχναζόμενος, τὸ ἐπ’ αὐτῷ τὴν πόλιν ἀνέτρεψε. Καὶ γὰρ Ναυατιανοὺς σκύλλειν ἐπειρᾶτο, ὑποκνιζόμενος ἐφ̓ οἶς ὁ Ναυατιανῶν ἐπίσκοπος Παῦλος ἐπ’ εὐλαβείᾳ περιβόητος ἦν: ἀλλ̓ οἱ κρατοῦντες παραινέσει κατέστελλον αὐτοῦ τὴν ὁρμήν. Ὅσα δὲ περὶ Ἀσίαν, Λυδίαν τε καὶ Καρίαν κακὰ τοῖς Τεσσαρεσκαιδεκατίταις ἐποίησε, καὶ ὁπόσοι δἰ αὐτὸν πολλοὶ περὶ Μίλητον καὶ Σάρδεις ἐν τῇ γενομένῃ στάσει ἀπέθανον, παραλιπεῖν μοι δοκῶ. Ὁποίαν μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄθυρον αὐτοῦ γλῶσσαν δίκην ἔδωκε, μετ̓ ὀλίγον ἐρῶ.