Ancient Greek · ~4 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.28
Not analysed yet
Ὡς Πρόκλον Κυζίκου ἐπίσκοπον ὁ Σισίννιος ἐχειροτόνησεν: οἱ δὲ Κυζικηνοὶ τοῦτον οὐ προσεδέξαντο. Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλον ἐχειροτόνησε πρὸς ἐπισκοπὴν τῆς Κυζίκου: μέλλοντος οὖν διάγειν ἐπ’ αὐτὴν, φθάνουσιν οἱ Κυζικηνοὶ, καὶ χειροτονοῦσι ἄνδρα ἀσκητικὸν, ᾧ ὄνομα ἦν Δαλμάτιος. Καὶ τοῦτο ἐποίησαν ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρὰ γνώμην τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι: ἠμέλησαν δὲ τοῦ νόμου τούτου, ὡς Ἀττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Ἔμενεν οὖν ὁ Πρόκλος οἰκείας μὲν ἐκκλησίας μὴ προεστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις τῆς Κωνσταντινουπόλεως κατὰ τὰς διδασκαλίας ἀνθῶν: ἀλλὰ περὶ μὲν τούτου κατὰ χώραν ἐροῦμεν. Σισίννιος δὲ οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπιβιοὺς τῇ ἐπισκοπῇ ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἱερίου καὶ Ἀρδαβουρίου, τῇ εἰκάδι τετάρτῃ τοῦ Δεκεμβρίου μηνός. Ἀνὴρ ἐπὶ σωφροσύνῃ μὲν καὶ βίῳ ὀρθῷ καὶ φιλοπτωχίᾳ περιβόητος: τὸ δὲ ἦθος εὐπρόσιτός τε καὶ ἄπλαστος, καὶ διὰ τοῦτο ἀπραγμονέστερος: διὸ καὶ τοῖς φιλοπράγμοσιν λυπηρὸς ἦν, καὶ ἀδρανείας δόξαν ἔλαβε παῤ αὐτοῖς.