Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.36
Not analysed yet
Παραδείγματα δἰ ὧν, ὡς δοκεῖ, κατασκευάζει ὁ συγγραφεὺς ἀκώλυτον εἶναι τὴν ἀπὸ θρόνου εἰς θρόνον μετάθεσιν. Ἐπειδὴ δέ τινες ἐπιφημίσαντες ἐκκλησιαστικὸν κανόνα ἐκώλυσαν τὸν Πρόκλον ἐνθρονισθῆναι, ἤδη τῆς Κυζίκου ὀνομασθέντα ἐπίσκοπον, βούλομαι περὶ τούτου βραχέα εἰπεῖν. Οὔ μοι δοκοῦσιν ἀληθεῦσαι οἱ τότε ταῦτα λέγειν ἐπιχειρήσαντες, ἀλλ̓ ἢ κατασκευάσασθαι φθόνῳ τῷ πρὸς τὸν Πρόκλον, ἢ ἀγνοεῖν καὶ τοὺς κανόνας καὶ τὰ πολλάκις χρειωδῶς ἐν ταῖς ἐκκλησίαις γενόμενα. Εὐσέβιος γοῦν ὁ Παμφίλου ἐν τῇ ἕκτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἀλέξανδρον μιᾶς τῶν ἐκ Καππαδοκίας πόλεων ἐπίσκοπον ὄντα, εὐχῆς ἕνεκα ἐπὶ τὰ Ἱεροσόλυμα παραγενόμενον, κατασχεθῆναι ὑπὸ τῶν Ἱεροσολυμιτῶν φησὶ, καὶ εἰς τόπον Ναρκίσσου τοῦ ἐπισκόπου ἐνθρονισθῆναι, καὶ τοῦ λοιποῦ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προστῆναι. Οὕτω μὲν οὖν παρὰ τοῖς παλαιοτέροις ἡμῶν ἀδιάφορον ἦν ἀπὸ πόλεως εἰς πόλιν μετάγειν ἐπίσκοπον, ὁσάκις χρεία ἐκάλει. Εἰ δὲ δεῖ καὶ τὸν περὶ τούτου κανόνα τῇδε συζεῦξαι τῇ συγγραφῇ, δειχθήσεται ὅπως αὐτοῦ κατεψεύσαντο οἱ τὸν Πρόκλον ἐνθρονισθῆναι κωλύσαντες. Ἔστι δὲ ὁ κανὼν οὗτος: Εἴ τις ἐπίσκοπος χειροτονηθεὶς εἰς παροικίαν μὴ ἀπέλθοι εἰς ἣν ἐχειροτονήθη, οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν, ἀλλ̓ ἤτοι παρὰ τὴν τοῦ λαοῦ παραίτησιν ἢ δἰ ἑτέραν αἰτίαν, οὐκ ἐξ ἀνάγκης γενομένην, τοῦτον μετέχειν τῆς τιμῆς καὶ τῆς λειτουργίας, μόνον μηδὲν παρενοχλοῦντα τοῖς πράγμασι τῆς ἐκκλησίας, ἔνθα ἂν συνάγοιτο. Ἐκδέχεσθαι δὲ αὐτὸν ὅπερ ἂν ἡ τῆς ἐπαρχίας σύνοδος κρίνασα τὸ παριστάμενον ὁρίσῃ. Οὗτος μὲν οὖν ὁ κανών. Ὅτι δὲ πολλοὶ ἐπίσκοποι καὶ ἀπὸ ἑτέρων πόλεων εἰς ἄλλας μετηνέχθησαν διὰ τὰς κατὰ καιρὸν τῶν ἐκκλησιῶν χρείας, αὐτῶν τῶν μετενεχθέντων τὰ ὀνόματα παραθήσομαι. Περιγένης ἐν Πάτραις ἐχειροτονήθη ἐπίσκοπος: καὶ ἐπειδὴ οἱ τῆς προειρημένης πόλεως αὐτὸν οὐκ ἐδέχοντο, ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐκέλευσεν αὐτὸν ἐνθρονισθῆναι ἐν Κορίνθῳ τῇ μητροπόλει, τοῦ ἐκεῖ ἐπισκόπου τελευτήσαντος: καὶ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προέστη. Γρηγόριος ὁ Ναζιανζηνὸς πρότερον Σασίμων μιᾶς τῶν ἐν Καππαδοκίᾳ πόλεων ἐπίσκοπος ἦν, εἶτα γέγονε Ναζιανζοῦ. Μελίτιος πρότερον τῆς ἐν Σεβαστείᾳ προέστη ἐκκλησίας, καὶ μετὰ ταῦτα τῆς ἐν Ἀντιοχείᾳ προέστη. Δοσίθεον τὸν Σελευκείας ἐπίσκοπον Ἀλέξανδρος ὁ Ἀντιοχείας ἐπίσκοπος εἰς Ταρσὸν τῆς Κιλικίας μετήγαγεν. Ὁ Ῥεβερέντιος ἀπὸ Ἀρκῶν τῆς Φοινίκης μετὰ ταῦτα μετηνέχθη εἰς Τύρον. Ἰωάννης ἀπὸ Γόρδου τῆς Λυδίας μετηνέχθη ἐν Προκονήσῳ, καὶ τῆς ἐκεῖ προέστη ἐκκλησίας. Παλλάδιος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἄσπουνα. Ἀλέξανδρος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἀδριανούς. Θεόφιλος ἀπὸ Ἀπαμείας τῆς ἐν Ἀσίᾳ μετηνέχθη εἰς Εὐδοξιούπολιν, τὴν τὸ παλαιὸν Σαλαμβρίαν καλουμένην. Πολύκαρπος ἀπὸ Σεξανταπρίστων τῆς Μυσίας μετηνέχθη εἰς Νικόπολιν τῆς Θρᾴκης. Ἱερόφιλος ἀπὸ Τραπεζουπόλεως τῆς Φρυγίας μετηνέχθη εἰς Πλωτινούπολιν τῆς Θρᾴκης. Ὄπτιμος ὁ ἀπὸ Ἀγδαμείας τῆς Φρυγίας μετηνέχθη εἰς Ἀντιόχειαν τῆς Πισιδίας. Σιλβανὸς ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετηνέχθη εἰς Τρωάδα. Καὶ τοσούτων μὲν ἐπὶ τοῦ παρόντος ἐκ τῶν οἰκείων πόλεων εἰς ἑτέρας μετατεθέντων αὐτάρκως ἐμνημονεύσαμεν. Περὶ δὲ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετενεχθέντος εἰς Τρωάδα, χρήσιμον βραχέα μνημονεῦσαι νομίζω.