Ancient Greek · ~11 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.37
Not analysed yet
Περὶ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως εἰς Τρωάδα μετενεχθέντος. Σιλβανὸς ῥήτωρ μὲν ἐγεγόνει πρότερον Τρωΐλου τοῦ σοφιστοῦ: ἀκριβῶς δὲ Χριστιανίζειν ἐσπουδακὼς, καὶ τὸν ἀσκητικὸν βίον ἀσκῶν, τρίβωνα φορεῖν οὐ προῄρητο. Μετὰ ταῦτα δὲ αὐτὸν Ἀττικὸς ὁ ἐπίσκοπος συλλαβὼν ἐπίσκοπον τῆς Φιλιππουπόλεως κατέστησεν. Ὁ δὲ τρεῖς ἐνιαυτοὺς ἐν τῇ Θρᾴκῃ διαγαγὼν, καὶ μὴ ὑποφέρων τὸ κρύος,—λεπτὸν γὰρ εἶχε πάνυ καὶ ἀσθενὲς τὸ σῶμα,—παρεκάλεσε τὸν Ἀττικὸν, ὥστε εἰς τόπον αὐτοῦ ἕτερον χειροτονῆσαι: φήσας, δἰ οὐδὲν ἕτερον ἢ διὰ τὸ κρύος παραιτεῖσθαι τὴν ἐν Θρᾴκῃ διαγωγήν. Ἑτέρου οὖν διὰ τοῦτο ἀντικατασταθέντος, ἔμενεν ὁ Σιλβανὸς ἐν τῇ Κωνσταντινουπόλει, τὸν ἀσκητικὸν βίον ἄκρως μετερχόμενος. Τοσοῦτον δὲ ἄτυφος ἦν, ὡς τὰ πολλὰ ἐν τοσούτῳ πλήθει τῆς τηλικαύτης πόλεως ἀπὸ χορτίνων σανδαλίων προέρχεσθαι. Χρόνου δέ τινος διαγενομένου, ὁ τῆς ἐν Τρωάδι προεστὼς ἐκκλησίας ἐτελεύτησεν: διὸ παρῆσαν οἱ Τρῶες ζητοῦντες ἐπίσκοπον. Ἀττικοῦ δὲ διασκεπτομένου τίνα χειροτονήσει, συνέβη τὸν Σιλβανὸν ἐπὶ θέαν παρεῖναι αὐτοῦ. Ὁ δὲ θεασάμενος. αὐτὸν, εὐθὺς τὴν φροντίδα ἐπέθετο, καὶ πρὸς τὸν Σιλβανὸν, Οὐκέτι πρόφασιν ἔχεις, φησὶ, τοῦ ἀποφυγεῖν ἐκκλησίας φροντίδα, ἡ γὰρ Τρωὰς κρυμὸν οὐκ ἔχει: ἀλλ̓ ἰδού σοι τόπος εὔκαιρος πρὸς τὴν τοῦ σώματος ἀσθένειαν ἐκ Θεοῦ εὐτρεπίζεται: μὴ μέλλε οὖν, ἀδελφὲ, ἀλλ̓ ἐπὶ τὴν Τρωάδα πορεύου. Μετέστη οὖν ἐκεῖ ὁ Σιλβανός: καὶ θαῦμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον διηγήσομαι. Ναῦς ἀχθοφόρος μεγίστη ἡ τοὺς μεγάλους κομίζουσα κίονας,—πλατὴν αὐτὴν ὀνομάζουσι,—νεωστὶ κατεσκεύαστο ἐν τῷ τῆς Τρωάδος αἰγιαλῷ: ταύτην τε ἔδει καθέλκεσθαι εἰς τὴν θάλασσαν. Πολλῶν τε καλωδίων καὶ πολυπληθίας ἀνδρῶν ἑλκόντων αὐτὴν, οὐδαμῶς ἐκινεῖτο ἡ ναῦς. Ἐπεὶ δὲ τοῦτο πολλαῖς ἡμέραις ἐγίνετο, ᾠήθησαν δαιμόνιον κατέχειν τὴν ναῦν: καὶ γενόμενοι παρὰ τὸν ἐπίσκοπον Σιλβανὸν, παρεκάλουν αὐτὸν εὐχὴν ἐπὶ τοῦ τόπου τελέσαι: οὕτω γὰρ μόνως τὴν ναῦν καθελκυσθῆναι ἐπίστευσαν. Ὁ δὲ μετριοφρονῶν ἁμαρτωλὸν ἑαυτὸν ἀπεκάλει, καὶ ἔλεγε τὸ ἔργον δικαίου εἶναί τινος, οὐ μὴν ἑαυτοῦ. Ἐκλιπαρησάντων δ̓ οὖν, ἧκε παρὰ τὸν αἰγιαλόν: εὐχήν τε ἐκτελέσας ἥψατο ἑνὸς τῶν σχοινίων, καὶ τοῦ ἔργου παρεκελεύσατο ἔχεσθαι: τῶν δὲ βραχὺν ὠθισμὸν ποιησαμένων, δρομαία ἡ ναῦς ἐπὶ τὴν θάλασσαν ἐπορεύετο. Τοῦτο τὸ θαῦμα ἐν ταῖς χερσὶ Σιλβανοῦ γενόμενον πάντας τοὺς κατὰ τὴν ἐπαρχίαν εἰς εὐλάβειαν ἦγεν. Ἦν δὲ Σιλβανὸς καὶ τὰ ἄλλα ἀνὴρ ἀγαθός: κατιδὼν γοῦν τοὺς κληρικοὺς ἐμπορίαν ποιουμένους τὰς τῶν δικαζομένων ἐρεσχελίας, οὐδένα τὸν τοῦ κλήρου δικαστὴν ἐδίδου ποτέ: ἀλλὰ τὰ βιβλία τῶν δεομένων δεχόμενος, παρεκάλει ἕνα τῶν πιστῶν λαϊκῶν, ὃν ᾔδει φιλοῦντα τὸ δίκαιον: κἀκείνῳ ἐγχειρίσας τὴν ἀκρόασιν, τοὺς δικαζομένους τῆς ἐρεσχελίας ἀπήλλασσεν: καὶ διὰ ταῦτα γοῦν μεγίστην εὔκλειαν παρὰ πᾶσιν ἐκέκτητο. Τὰ μὲν οὖν περὶ Σιλβανοῦ, εἰ καὶ ἐν παρεκβάσει εἴρηται, ἀλλ̓ οὐκ ἀχρείως ἡγοῦμαι μνήμην αὐτῶν γεγονέναι: ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν. Μαξιμιανοῦ τοίνυν προχειρισθέντος εἰς τὴν ἐπισκοπὴν ἐν ὑπατείᾳ Βάσσου καὶ Ἀντιόχου, περὶ τὴν εἰκάδα πέμπτην τοῦ Ὀκτωβρίου μηνὸς, τὰ τῶν ἐκκλησιῶν ἡσύχαζε πράγματα.