Ancient Greek · ~7 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.38
Not analysed yet
Περὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων, ὅπως ἐχριστιάνισαν τηνικαῦτα πολλοί. Περὶ δὲ τὸν χρόνον τοῦτον πολλοὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων ἐχριστιάνισαν διὰ πάθος τοιόνδε: ἀπατεών τις Ἰουδαῖος ὑπεκρίνατο εἶναι Μωϋσῆς: πεπέμφθαι δὲ ἔλεγεν ἐκ τῶν οὐρανῶν, ὅπως ἂν τοὺς τὴν νῆσον οἰκοῦντας Ἰουδαίους ἐκβάλῃ διὰ τῆς θαλάσσης ἀγαγών: αὐτὸς γὰρ εἶναι ἔλεγεν ὁ καὶ τὸν Ἰσραὴλ πάλαι διὰ τῆς ἐρυθρᾶς θαλάσσης σώσας. Ἐφ̓ ὅλον οὖν ἐνιαυτὸν περιῄει καθ̓ ἑκάστην τῆς νήσου πόλιν: καὶ τοὺς ἐν αὐταῖς οἰκοῦντας Ἰουδαίους τὰ τοιαῦτα πιστεύειν ἀνέπειθε. Παρῄνει τε πάντα τὰ χρήματα καὶ τὰ κτήματα καταλιπεῖν: ἄξειν γὰρ αὐτοὺς διὰ ξηρᾶς τῆς θαλάσσης εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὑπισχνεῖτο. Οἱ δὲ ταῖς τοιαύταις ἐλπίσι βουκολούμενοι πάντων μὲν τῶν ἔργων ἠμέλουν: κατεφρόνουν δὲ καὶ ὧν ἐκέκτηντο, τοῖς ἐπιτυχοῦσιν ἀφέντες λαμβάνειν αὐτά. Ἐπειδὴ δὲ ἦν ἡμέρα ἣν ὁ ἀπατεὼν Ἰουδαῖος σήμαινεν, ἡγεῖτο μὲν αὐτὸς, ἠκολούθουν δὲ οἱ σύμπαντες ἅμα γυναιξὶ καὶ τῇ μικρᾷ ἡλικίᾳ. Ἄγει οὖν αὐτοὺς ἐπί τι ἀκρωτήριον ἐπὶ τῆς θαλάσσης ἐκνεῦον, καὶ κυβιστᾷν κατ̓ αὐτῆς ἐκέλευε. Τοῦτο οὖν ἐποίουν οἱ πρότεροι τῷ κρημνῷ προσπελάσαντες, καὶ εὐθὺς ἔθνησκον, τοῦτο μὲν τοῖς κρημνοῖς προσρηγνύμενοι, τοῦτο δὲ καὶ εἰς τὸ ὕδωρ ἀποπνιγόμενοι. Καὶ πλείους ἂν διεφθάρησαν, εἰ μὴ Θεοῦ προνοήσαντος παρέτυχον ἄνδρες Χριστιανοὶ, ἁλιεῖς τε καὶ ἔμποροι, οἳ τοὺς μὲν πνιγομένους ἀνέλκοντες ἔσωζον, τότε τῆς ἀνοίας αἴσθησιν ἐν τῷ κακῶς πάσχειν λαμβάνοντας: τοὺς δὲ ἄλλους ἀνεῖργον ῥίπτειν ἑαυτοὺς, μηνύοντες τὴν ἀπώλειαν τῶν πρότερον ῥιψάντων ἑαυτοὺς, οἱ καὶ γνόντες τότε τὴν ἀπάτην, ἐμέμφοντο μὲν τὴν ἄκριτον ἑαυτῶν πίστιν. Τὸν δὲ ψευδομωϋσῆν ἀνελεῖν σπεύδοντες, συλλαβεῖν οὐ δεδύνηνται: ἀφανὴς γὰρ ἐγένετο, ὑπόνοιάν τε παρέσχε τοῖς πλείοσιν, ὡς εἴη δαίμων ἀλάστωρ, ἀνθρώπου σχῆμα ὑποδὺς, ἐπὶ λύμῃ τοῦ ἐκεῖ ἔθνους αὐτῶν. Διὰ δὲ τόδε τὸ πάθος πολλοὶ τότε τῶν ἐν τῇ Κρήτῃ Ἰουδαίων χαίρειν τῷ Ἰουδαϊσμῷ φράσαντες, τῇ πίστει τοῦ Χριστιανισμοῦ προσεχώρησαν.