Ancient Greek · ~6 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.43
Not analysed yet
Ὁποῖα πεπόνθασιν οἱ βάρβαροι οἱ τῷ τυράννῳ Ἰωάννῃ συμμαχήσαντες. Μετὰ γὰρ τὴν τοῦ τυράννου ἀναίρεσιν οἱ βάρβαροι, οὓς ἐκεῖνος πρὸς βοήθειαν κατὰ Ῥωμαίων ἐκάλεσεν, ἕτοιμοι ἦσαν κατατρέχειν τὰ Ῥωμαίων πράγματα. Ταῦτα ὁ βασιλεὺς πυθόμενος, συνήθως τὴν περὶ τούτων φροντίδα ἐπέτρεψε τῷ Θεῷ: εὐχαῖς τε σχολάσας οὐκ εἰς μακρὰν ἐξήνυσεν ἃ ἐζήτει λαβεῖν: οἷα γὰρ δὴ καὶ ἐγένετο τοῖς βαρβάροις καλὸν ἐπακοῦσαι. Θνήσκει μὲν αὐτῶν ὁ ἔξαρχος, ᾧ ὄνομα ἦν Ῥούγας, βληθεὶς κεραυνῷ: λοιμός τε ἐπιλαβόμενος τὸ πλεῖστον τῶν ὑπ’ αὐτῷ ἀνθρώπων διέφθειρε: καὶ οὐ τοῦτο μόνον ἐξήρκεσεν: ἀλλὰ γὰρ καὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν πολλοὺς τῶν ὑπολειφθέντων ἀνάλωσεν. Καὶ τοῦτο εἰς δέος μέγιστον τοὺς βαρβάρους κατέστησεν, οὐ τοσοῦτον ὅτι πρὸς ἔθνος γενναῖον τὸ Ῥωμαίων ὅπλα ἀνταίρειν ἐτόλμησαν, ἀλλ̓ ὅτι πλέον ὑπὸ ἰσχυροῦ Θεοῦ βοηθουμένους ἐφεύρισκον. Τότε δὴ καὶ ὁ ἐπίσκοπος Πρόκλος ἐκ τοῦ Ἱεζεκιὴλ προφητείαν, ἐπ’ ἐκκλησίας διδάσκων, τῇ γενομένῃ ἐκ Θεοῦ σωτηρίᾳ προσαρμόσας ἱκανῶς ἐθαυμάσθη. Ἡ δὲ προφητεία ἔστιν αὕτη: Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ ἄρχοντα, Ῥὼς, Μοσὸχ, καὶ Θόβελ. Κρινῶ γὰρ αὐτὸν θανάτῳ καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ̓ αὐτοῦ, καὶ εἰς ἔθνη πολλὰ μετ̓ αὐτοῦ. Καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον πολλῶν ἐθνῶν: καὶ γνώσονται ὅτι ἐγὼ εἰμὶ ὁ Κύριος. Σφόδρα μὲν οὖν, ὡς ἔφην, ἐθαυμάσθη ἐπὶ τούτοις ὁ Πρόκλος. Τῷ δέ γε βασιλεῖ διὰ τὴν πρᾳότητα καὶ ἄλλα μὲν πλεῖστα παρεῖχεν ἡ τοῦ Θεοῦ πρόνοια: ἓν δὲ κἀκεῖνο.