Ancient Greek · ~3 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.44
Not analysed yet
Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁ νέος Εὐδοξίαν ἔγημε τὴν θυγατέρα Θεοδοσίου. Ἦν αὐτῷ θυγάτηρ ἐκ τῆς γαμετῆς Εὐδοκίας, ὄνομα Εὐδοξία: ταύτην Οὐαλεντινιανὸς ὁ ἀνεψιὸς, ὁ ὑπ’ αὐτοῦ τῶν ἑσπερίων μερῶν καταστὰς βασιλεὺς, ᾔτησε πρὸς γάμον λαβεῖν. Ὡς δὲ ὁ βασιλεὺς ἐπένευσε Θεοδόσιος, καὶ ἐβουλεύοντο ἐν μεσαιχμίῳ που τοὺς γάμους τελέσαι, ἐδόκει δὲ μερισαμένους τὴν ὁδὸν ἐν τῇ Θεσσαλονίκῃ τοῦτο ποιῆσαι, μηνύει Οὐαλεντινιανὸς, μὴ σκύλλεσθαι, αὐτὸς γὰρ ἥξειν εἰς τὴν Κωνσταντινούπολιν. Ἀσφαλισάμενος οὖν τὰ ἑσπέρια μέρη αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεται τοῦ γάμου χάριν. Οὗ ἐπιτελεσθέντος ἐν ὑπατείᾳ Ἰσιδώρου καὶ Σινάτορος, λαβὼν τὴν γαμετὴν, αὖθις ἐπὶ τὰ ἑσπέρια μέρη ἀνέδραμεν: τοιοῦτο μὲν οὖν καὶ τόδε τῷ βασιλεῖ εὐτύχημα γέγονεν.