Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.47
Not analysed yet
Ὡς ὁ βασιλεὺς Θεοδόσιος Εὐδοκίαν τὴν ἑαυτοῦ γαμετὴν εἰς τὰ Ἱεροσόλυμα ἐξαπέστειλε. Ὁ μέντοι βασιλεὺς Θεοδόσιος χαριστηρίους εὐχὰς ἀνθ̓ ὧν εὐηργέτητο προσέφερε τῷ Θεῷ: καὶ ταῦτα ἐποίει ἐξαιρέτοις τιμαῖς γεραίρων τὸν Χριστόν. Καὶ τὴν γαμετὴν Εὐδοκίαν ἐπὶ τὰ Ἱεροσόλυμα ἔπεμπεν: καὶ γὰρ αὐτὴ ταύτην εὐχὴν ἐπιτελέσειν ἐπηγγέλλετο, ἐὰν τὴν θυγατέρα γαμηθεῖσαν ἐπόψηται. Ἀλλὰ αὕτη μὲν καὶ τὰς περὶ Ἱεροσόλυμα ἐκκλησίας καὶ πάσας τὰς ἐν ταῖς ἀνατολικαῖς πόλεσι ποικίλως ἐτίμησεν, ἔν τε τῷ ἀπιέναι καὶ αὖθις ἐπανιοῦσα.