Ancient Greek · ~9 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.46
Not analysed yet
Περὶ τοῦ θανάτου Παύλου τοῦ Ναυατιανῶν ἐπισκόπου, καὶ τοῦ μετ̓ αὐτὸν χειροτονηθέντος Μαρκιανοῦ. Ὀλίγον δὲ μετὰ τὴν τοῦ σώματος Ἰωάννου ἀπόθεσιν καὶ Παῦλος ὁ τῆς τῶν Ναυατιανῶν ἐκκλησίας ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτῇ, περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ Ἰουλίου μηνός. Ὃς τῇ ἑαυτοῦ ἐκκομιδῇ πάσας τὰς διαφόρους αἱρέσεις τρόπον τινὰ μίαν ἐκκλησίαν εἰργάσατο. Πᾶσαι γὰρ αὐτοῦ τὸ σῶμα ἄχρι τοῦ μνήματος σὺν ψαλμῳδίαις παρέπεμπον, ἐπείπερ καὶ ζῶν διὰ βίου ὀρθότητα πάσαις ἐπέραστος ἦν. Ἐπεὶ δὲ Παῦλος ἄξιον μνήμης τελευτᾷν μέλλων διεπράξατο, χρειῶδες εἶναι ἡγοῦμαι τῇδε τῇ ἱστορίᾳ αὐτὸ προσθεῖναι, πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων αὐτῇ. Ὅτι μὲν γὰρ ἀρρωστῶν τῇ συνήθει τῆς ἀσκήσεως διαίτῃ ἐχρῆτο, μηδαμῶς παρεκβαίνων αὐτὴν, καὶ ὡς οὐ διέλιπε τὰς εὐχὰς ἀόκνως ἐκτελῶν, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ περὶ τοῦτο διατρίβων ἀμαυρώσω τὴν ἀξίαν μνήμης, ὡς ἔφην, καὶ ἐπωφελῆ πρᾶξιν αὐτοῦ. Τίς δέ ἐστιν ἤδη λεκτέον: μέλλων τελευτᾷν, πάντας τοὺς τῶν ὑπ’ αὐτὸν ἐκκλησιῶν ἱερωμένους μεταπεμψάμενος, Φροντίσατε, ἔφη, ἀναδεῖξαί τινα ἐπίσκοπον, ἕως ἔτι ἐν πνέουσιν εἰμί: ἵνα μὴ μετὰ ταῦτα ταραχὴν αἱ ἐκκλησίαι ὑμῶν ὑπομείνωσι. Τῶν δὲ λεγόντων, μὴ αὐτοῖς τὴν περὶ τούτου ψῆφον ἐπιτρέπειν, ἄλλος γὰρ ἄλλο κριτήριον ἔχοντες οὐδαμῶς τὸν αὐτὸν ὀνομάσαιμεν, ἀλλ̓ αὐτόν σε ἀναδεικνύναι ὃν βούλει αἱρούμεθα. Οὐκοῦν, ἔφη ὁ Παῦλος, ἔγγραφόν μοι τὴν ὁμολογίαν ταύτην ἐπίδοτε, ὅτι τοῦτον αἱρεῖσθε, ὃν ἂν ἐγὼ αὐτὸς ψηφισαίμην. Τῶν δὲ τοῦτο ποιησάντων καὶ ὑπογραψάντων, αὐτὸς ἀνακαθίσας τῆς κλίνης καὶ λαθὼν τοὺς παρόντας ἐνέγραψεν ὄνομα Μαρκιανοῦ: ὃς ἐν μὲν τῇ τῶν πρεσβυτέρων τάξει ἐτέτακτο, καὶ ὑπ’ αὐτῷ τὸν ἀσκητικὸν ἐπαιδεύετο βίον, ἀπεδήμει δὲ τηνικαῦτα. Εἶτα σφραγίσας αὐτὸς, καὶ τοὺς πρώτους τοῦ πρεσβυτερίου ἐπισφραγίσαι ποιήσας, παρέθετο τοῦτο τὸ βιβλίον Μάρκῳ, ὅστις ἐν Σκυθίᾳ Ναυατιανῶν ἐπίσκοπος ἦν, τότε δὲ ἐπεδήμει τῇ πόλει: καὶ τάδε ἔφη πρὸς αὐτόν: Εἰ μὲν θέλει Θεὸς ἔτι με περιεῖναι εἰς τόνδε τὸν βίον, τήνδε μοι παρακαταθήκην φυλάξας ἀπόδος: εἰ δέ με δοκεῖ αὐτῷ μεταστῆσαι, ἐν τούτῳ εὑρήσεις τὸν ὑπ’ ἐμοῦ μετ̓ ἐμὲ ψηφισθέντα ἐπίσκοπον. Ταῦτα εἰπὼν ἐτελεύτησε. Τρίτῃ οὖν μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἀνελίξαντες τὸ βιβλίον ἐπὶ πλήθους πολλοῦ, καὶ εὑρόντες τὸ Μαρκιανοῦ ὄνομα, πάντες μὲν ἄξιον εἶναι ἐβόων: καὶ μὴ μελλήσαντες ἐξαπέστειλαν τοὺς συλληψομένους αὐτόν. Οἱ δὲ δόλῳ ἀγαθῷ ἐν Τιβερίου πόλει τῆς Φρυγίας διάγοντα συλλαβόντες ἄγουσι, καὶ περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ αὐτοῦ μηνὸς χειροτονηθέντα ἐνθρονίζουσι. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω.