Ancient Greek · ~7 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.5
Not analysed yet
Ὅπως Σαββάτιος ὁ ἐξ Ἰουδαίων, Ναυατιανῶν πρεσβύτερος, ἀπέστη τῶν ὁμοδοξούντων αὐτῷ. Πολλοὶ δὲ παῤ οὐδὲν ταῦτα τιθέμενοι, τῇ αὐτῶν μοχθηρίᾳ ἐσχόλαζον: οὐ γὰρ μόνον Ἰουδαῖοι τοῖς γινομένοις τεραστίοις ἠπίστουν, ἀλλὰ δὴ καὶ οἱ φιλοῦντες ἐκείνοις ἀκολουθεῖν ἐφάμιλλα αὐτοῖς φρονοῦντες ἠλέγχθησαν. Σαββάτιος μὲν οὖν, οὗ μικρὸν ἔμπροσθεν ἐμνήσθημεν, μὴ βουλόμενος ἐν τῷ οἰκείῳ τάγματι τοῦ πρεσβυτερείου μένειν, ἐπισκοπεῖν δὲ ἐξ ἀρχῆς σπεύδων, ὑπὸ τοὺς αὐτοὺς χρόνους τῆς Ναυατιανῶν ἐκκλησίας ἀνεχώρησε, πρόφασιν τὴν παρατήρησιν τοῦ Ἰουδαϊκοῦ Πάσχα ποιούμενος. Παρασυνάγων οὖν τῷ ἐπισκόπῳ ἑαυτοῦ Σισιννίῳ ἐν τόπῳ τῆς πόλεως, ᾧ προσωνυμία Ξηρόλοφος, ἐν ᾧ νῦν ἡ ἀγορὰ Ἀρκαδίου ὀνομάζεται, πρᾶγμα ἐτόλμησε πολλῶν κινδύνων ἄξιον. Ἐν ἡμέρᾳ γὰρ συνάξεως τοῦ εὐαγγελίου περιοχὴν ἀναγινώσκων ἐν ᾧ λέλεκται, ὅτι, Ἦν δὲ ἡ ἑορτὴ ἡ λεγομένη τῶν Ἰουδαίων Πάσχα, προστίθησι τὰ μηδαμῶς μήτε γεγραμμένα, μήτε ἀκουσθέντα ποτέ: ἔστι δὲ ταῦτα: Ἐπικατάρατος, φησὶν, ὁ ἔξω ἀζύμων τὸ Πάσχα ποιήσας. Τοῦτο ἀκουσθὲν διεδόθη εἰς τοὺς πολλούς: καὶ συναρπασθέντες οἱ ἀκέραιοι τῶν παρὰ Ναυατιανοῖς λαϊκῶν πρὸς αὐτὸν ἐχώρουν. Οὐ μὴν ἀπώνατο τοῦ σοφίσματος: εἰς κακὸν γὰρ τέλος αὐτῷ τὰ τῆς πλαστογραφίας κατέστρεψε. Μετ̓ οὐ πολὺ γὰρ τὴν ἐκ προλήψεως λήψεως ἑορτὴν ἐπετέλει: καὶ συνέρρεον πρὸς αὐτὸν ἐξ ἔθους πολλοί: καὶ τὴν ἐξ ἔθους παννυχίδα ποιούντων, θόρυβός τις δαιμόνιος ἐνέπεσεν εἰς αὐτοὺς, ὡς ἄρα Σισίννιος ὁ αὐτῶν ἐπίσκοπος σὺν πολλῷ πλήθει ἔρχεται κατ̓ αὐτῶν. Καὶ ταραχῆς γενομένης, οἶα εἰκὸς, ἐν νυκτὶ καὶ στενῷ τόπῳ ἀποληφθέντες ἑαυτοὺς συνέτριψαν: ὡς ἀπολέσθαι ἐξ αὐτῶν ὑπὲρ τοὺς ἑβδομήκοντα ἀνθρώπους. τοῦτο γενόμενον πολλοὺς τοῦ Σαββατίου ἀπέστησε: τινὲς δὲ αὐτῷ παρέμειναν τῇ ἀγροικικῇ προλήψει κρατούμενοι. Ἀλλὰ Σαββάτιος μὲν, ὡς ἐπὶ τὴν ἐπίορκον παρῆλθεν ἐπισκοπὴν, μικρὸν ὕστερον λέξομεν.