Ancient Greek · ~7 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.6
Not analysed yet
Περὶ τῶν προεστώτων τηνικαῦτα τῆς τῶν Ἀρειανῶν δόξης. Δωρόθεος δὲ ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας, ὃν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν μετενηνέχθαι ὑπὸ τῶν Ἀρειανῶν ἀνωτέρω ἐμνημονεύσαμεν, ἑκατὸν πρὸς τοῖς δεκαεννέα ἐπιβιοὺς ἔτη ἐτελεύτησεν ἐν ὑπατείᾳ Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου Αὐγούστου τὸ δεύτερον, τῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός. Μετὰ δὲ τοῦτον τῆς Ἀρειανῆς θρησκείας προέστη Βάρβας: ἐπὶ τούτου δὴ τοῦ Βάρβα, δύο ἀνδρῶν ἐλλογίμων ἡ τῶν Ἀρειανῶν θρησκεία ηὐτύχησε, τὴν ἀξίαν τοῦ πρεσβυτέρου ἐχόντων: Τιμόθεος θατέρῳ ὄνομα, τῷ δὲ ἑτέρῳ Γεώργιος. Ἀλλὰ Γεώργιος μὲν μᾶλλον τὴν Ἑλληνικὴν κατωρθώκει παίδευσιν: Τιμόθεος δὲ πάλιν τὰ ἱερὰ ἠσκεῖτο γράμματα. Καὶ μὴν καὶ τὰ Ἀριστοτέλους καὶ Πλάτωνος ἀεὶ μετὰ χεῖρας εἶχεν ὁ Γεώργιος: Τιμόθεος δὲ τὸν Ὠριγένην ἀνέπνεεν: καὶ δημοσίᾳ τὰ ἱερὰ ἑρμηνεύων γράμματα, οὐδὲ τῆς Ἑβραίων γλώσσης ἄμοιρος ἦν. Καὶ Τιμόθεος μὲν ἤδη πρότερον τῆς Ψαθυριανῶν θρησκείας ἦν: Γεώργιος δὲ ὑπὸ Βάρβα κεχειροτόνητο. Τῷ δὴ Τιμοθέῳ καὶ αὐτὸς ἐντετύχηκα, καὶ ἔγνων ὅπως τοῖς ἐπερωτῶσιν ἕτοιμος ἦν ἀποκρίνεσθαι, διαλύων ὅσα ἀσαφῆ κατὰ τὰ θεῖα εὑρίσκοιτο λόγια: πανταχοῦ τε τὸν Ὠριγένην ἐκάλει ὡς ἀληθῆ μάρτυρα τῶν ὑπ’ αὐτοῦ λεγομένων. Θαυμάσαι οὖν μοι ἔπεισι, πῶς οὗτοι οἱ ἄνδρες τῇ Ἀρειανῶν θρησκείᾳ παρέμειναν, ὧν ὁ μὲν τὸν Πλάτωνα ἀεὶ μετὰ χεῖρας εἶχεν, ὁ δὲ τὸν Ὠριγένην ἀνέπνεεν. Οὐδὲ γὰρ Πλάτων τὸ δεύτερον καὶ τὸ τρίτον αἴτιον, ὡς αὐτὸς ὀνομάζειν εἴωθεν, ἀρχὴν ὑπάρξεως εἰληφέναι φησί: καὶ Ὠριγένης συναΐδιον πανταχοῦ ὁμολογεῖ τὸν Υἱὸν τῷ Πατρί. Πλὴν εἰ καὶ τῇ ἑαυτῶν ἐκκλησίᾳ παρέμειναν, ἀλλ̓ ὅμως τὴν Ἀρειανὴν θρησκείαν λεληθότως ἐπὶ τὸ κρεῖσσον μετέθεσαν: πολλὰς γὰρ τῶν Ἀρείου βλασφημιῶν ταῖς οἰκείαις διδασκαλίαις ἐξέβαλον. Ἀλλὰ περὶ μὲν τούτων τοιαῦτα εἰρήσθω: οὐκ εἰς μακρὰν δὲ καὶ Σισιννίου τοῦ Ναυατιανῶν ἐπισκόπου τελευτήσαντος ἐν τῇ αὐτῇ ὑπατείᾳ, χειροτονεῖται Χρύσανθος, περὶ οὗ μικρὸν ὕστερον λέξομεν.