Ancient Greek · ~12 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.8.1
Not analysed yet
Περὶ Μαρουθᾶ τοῦ Μεσοποταμίας ἐπισκόπου, καὶ ὡς δἰ αὐτοῦ ὁ Χριστιανισμὸς ἐν Περσίδι διεπλατύνθη. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸν ἐν Περσίδι Χριστιανισμὸν πλατυνθῆναι συνέβη ἐξ αἰτίας τοιᾶσδε. Μεταξὺ Ῥωμαίων καὶ Περσῶν συνεχεῖς ἀεὶ πρεσβεῖαι γίνονται: διάφοροι δέ εἰσιν αἰτίαι, δἰ ἃς συνεχῶς παῤ ἀλλήλους πρεσβεύονται. Χρεία δὴ οὖν καὶ τότε ἤγαγεν, ὥστε Μαρουθᾶν τὸν Μεσοποταμίας ἐπίσκοπον, οὗ μικρὸν ἔμπροσθεν μνήμην πεποιήμεθα, πεμφθῆναι παρὰ τοῦ βασιλέως Ῥωμαίων πρὸς τὸν βασιλέα Περσῶν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν πολλὴν εὐλάβειαν παρὰ τῷ ἀνδρὶ εὑρηκὼς, διὰ τιμῆς ἦγεν αὐτὸν, καὶ ὡς ὄντως θεοφιλεῖ προσεῖχεν. Τοῦτο γινόμενον ὑπέκνιζε τοὺς μάγους, οἳ πολὺ παρὰ τῷ Περσῶν βασιλεῖ ἰσχύουσιν: ἐδεδοίκεισαν γὰρ, μὴ τὸν βασιλέα Χριστιανίζειν πείσῃ. Καὶ γὰρ κεφαλαλγίαν αὐτοῦ χρονίαν, ἣν οἱ μάγοι θεραπεῦσαι μὴ δεδύνηνται, ταύτην ὁ Μαρουθᾶς εὐχαῖς ἐθεράπευσε. Βουλεύονται οὖν ἀπάτην οἱ μάγοι: καὶ ἐπειδὴ οἱ Πέρσαι τὸ πῦρ σέβουσιν, εἰώθει δὲ ὁ βασιλεὺς ἐν οἴκῳ τινὶ τὸ διηνεκῶς καιόμενον πῦρ προσκυνεῖν, ὑπὸ γῆν κατακρύψαντες ἄνθρωπον, καθ̓ ὃν εἰώθει καιρὸν ὁ βασιλεὺς εὔχεσθαι, παρεσκεύασαν ἀναφθέγγεσθαι, ἔξω βάλλεσθαι δεῖν τὸν βασιλέα, ἠσεβηκέναι γὰρ, ὅτι τὸν τῶν Χριστιανῶν ἱερέα νομίζει θεοφιλῆ. Ταῦτα ἀκούσας ὁ Ἰσδιγέρδης, ʽτοῦτο γὰρ ὄνομα τῷ Περσῶν βασιλεῖ,ʼ αἰδούμενος μὲν, ἀποπέμπεσθαι δ̓ οὖν ὅμως τὸν Μαρουθᾶν ἐβούλετο. Μαρουθᾶς δὲ ἀληθῶς θεοφιλὴς ἄνθρωπος εὐχαῖς προσέκειτο, δἰ ὧν εὑρίσκει τὸν παρὰ τῶν μάγων γενόμενον δόλον. Τῷ οὖν βασιλεῖ, Μὴ παίζου, ἔφη, βασιλεῦ: ἀλλ̓ εἰσελθὼν, ὅτε τῆς φωνῆς ἀκούσεις, ὀρύξας τὸν δόλον εὑρήσεις: οὐ γὰρ τὸ πῦρ φθέγγεται, ἀλλὰ ἀνθρώπων κατασκευὴ τοῦτο ποιεῖ. Πείθεται τῷ Μαρουθᾷ ὁ Περσῶν βασιλεὺς, καὶ αὖθις εἰσῄει εἰς τὸν οἰκίσκον, ὅπου ἦν τὸ ἄσβεστον πῦρ. Ἐπεὶ δὲ αὖθις ἀκούει τῆς αὐτῆς φωνῆς, ὀρύττεσθαι τὸν τόπον ἐκέλευσε: καὶ ὁ προπέμπων τὴν νομισθεῖσαν θεοῦ φωνὴν ἐξηλέγχετο. Περιοργὴς οὖν γενόμενος ὁ βασιλεὺς τὸ τῶν μάγων γένος ἀπεδεκάτωσε: τούτου γενομένου, εἶπεν τῷ Μαρουθᾷ, ἔνθα ἂν βούλοιτο, κτίζειν ἐκκλησίας: ἐκ τούτου παρὰ Πέρσαις ὁ Χριστιανισμὸς ἐπλατύνετο. Τότε μὲν οὖν Μαρουθᾶς ἀποχωρήσας τῶν Περσῶν, αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανέρχεται: οὐκ εἰς μακρὰν δὲ πάλιν πρεσβείας ἕνεκεν ἀντεπέμπετο. Αὖθίς τε οἱ μάγοι σκευωρίας ἐπενοοῦντο, ὅπως ἂν μηδαμῶς τὸν ἄνδρα προσδέχοιτο ὁ βασιλεύς: ἐπενόησάν τε δυσωδίαν τινὰ κατασκευαστὴν, ὅθεν ὁ βασιλεὺς εἰώθει προσέρχεσθαι: διαβολῇ τε ἐχρῶντο, ὡς ἄρα ταύτην οἱ τῷ Χριστιανισμῷ συνόντες εἰργάσαντο. Ὡς δὲ ὁ βασιλεὺς, ἤδη πρότερον ὑπόπτους ἔχων τοὺς μάγους, σπουδαιότερον ἀνεζήτει τοὺς δράσαντας, αὖθις ἐξ αὐτῶν ἀνηυρίσκοντο οἱ τῆς κακῆς ὀδμῆς ποιηταί. Διὸ καὶ αὖθις πολλοὺς αὐτῶν ἐτιμωρήσατο: Μαρουθᾶν δὲ διὰ πλείονος ἦγε τιμῆς. Καὶ ἠγάπα μὲν Ῥωμαίους, καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἠσπάζετο: μικρὸν δὲ ἐδέησε καὶ Χριστιανίσαι αὐτὸν, πεῖραν δεδωκότος ἑτέραν τοῦ Μαρουθᾶ, σὺν Ἀβλάᾳ τῷ ἐπισκόπῳ Περσίδος. Ἄμφω γὰρ τὸν ὀχλοῦντα δαίμονα τῷ υἱῷ τοῦ βασιλέως ἀπήλασαν, νηστείαις καὶ προσευχαῖς σχολάσαντες. Καὶ ὁ Ἰσδιγέρδης μὲν ἔφθασε τελευτῆσαι, πρὶν τελείως Χριστιανίσαι: εἰς δὲ τὸν υἱὸν αὐτοῦ Βαραράνην ἧκεν ἡ βασιλεία: ἐφ̓ οὗ αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, ὡς ὀλίγον ὕστερον λέξομεν.