Ancient Greek
κζ′. Φαῖδρος Πλάτωνι.
Socraticorum Epistulae, Epistulae 1-20
Not analysed yet
Γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω ὅτι μέλλεις ἄρα πορρωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατ’ ἄστρα (ὅπερ καὶ μάλα πείθομαι )Σωκράτους, μὴ περιίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ’ ἴνα ἥντινα προκοπὴν ἔσχομεν ἐπ’ ἐκείνου τοῦ δαιμονίου ἀνθρώπου, ταύτην σὺ σώσας ἐπί τι ἀγάγῃς τέλος.