Ancient Greek
κθ′. Ἀρίστιππος τῇ * *.
Socraticorum Epistulae, Epistulae 1-22
Not analysed yet
Ἐκομισάμην παρὰ σοῦ γράμματά μοι πεμφθέντα διὰ τέλους, ἐν οἷς ἐδέου με παραγενέσθαι ὡς τάχιστα εἰς Κυρήνην, λέγουσα οὐκ εὖ σοι ἀπαντᾶσθαι οὔτε παρὰ τῶν ἐπισκόπων, οὔτε ἱκανὸν εἶναι οἰκονομῆσαι τὸν ἄνδρα αἰδῶ τε ἔχοντα καὶ θορύβων πολιτικῶν ζῆν μακρὰν εἰθισμένον. ἐγὼ δὲ πειρώμενος ὡς ἂν ἀφεθείην ὑπὸ τοῦ Διονυσίου πλεῦσαι πρὸς σέ, ἐμποδών μοι τοῦ χρεὼν στάντος ἐν Λιπάραις μαλακῶς ἔσχον, ὅτε δὴ καὶ τοὺς περὶ Σώνικον ἄριστά μοι προσφερομένους τημελοῦντάς με γνησίως καὶ ὡς ἂν εἰ. . . . . ἀρκεῖταί τις ζῆν τῶν διάθεσιν φιλικήν.