Ancient Greek
λα′. Φιλίππῳ.
Socraticorum Epistulae, Epistulae 1-24
Not analysed yet
Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κτῆσθαι, νομίζων τὰ μὲν χρήματα καὶ διὰ τύχην ἄν πολλὰ κτήσασθαι, ****τῶν βελτίστων εἶναι. σοὶ δὲ ὅσιόν ἐστιν ἀδελφὰ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῇς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ περὶ σοῦ διανοηθέντος τοιαῦτα. νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν καὶ σκοπεῖν ποῖός τις ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾶν βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γινόμενον πλημμελές.