Ancient Greek
λβ′.
Socraticorum Epistulae, Epistulae 1-25
Not analysed yet
Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν καὶ διὰ τὴν Πλάτωνος ἐντολὴν καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. καὶ ᾤμην δεῖν γράψαι πρὸς σέ, πῶς διακείμενος τυγχάνω τὸ σωμάτιον καὶ διότι νομίζω παραγενόμενόν σε εἰς ἀκαδήμειαν συνέχειν τὸν περίπατον. ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα πειράσομαί σοι φράζειν. Πλάτων καθάπερ καὶ σὺ οἶσθα, οὐκ ἐν τῇ τυχούσῃ τιμῇ τὴν ἐν τῇ ἀκαδημείᾳ διατριβὴν ἦγε, νομίζων εἶναί τι καὶ πρὸς δόξαν ὀρθὴν καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην.