Ancient Greek
λγ′.
Socraticorum Epistulae, Epistulae 1-26
Not analysed yet
Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων μοι κατὰ τὸ σωμάτιον· οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν ἔτι ἐνεργεῖν δύνασθαι. κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχωρισμένον καὶ διὰ τὸ θειότατα εἶναι. πάλαι μὲν οὖν ἐβουλόμην παρεῖναί σε, εὖ δὲ ποιήσεις καὶ νῦν παραγινόμενος· καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.