Ancient Greek · ~2 min
ια′. Ἀρίστιππος Αἰσχίνῃ.
Socraticorum Epistulae, Epistulae 1-4
Not analysed yet
Λυθήσονται τᾶς φυλακᾶς οἱ νεανίσκοι περὶ ὧν μοι γράφεις οἱ Λοκροί, καὶ οὐ τεθνάξονται οὐδὲ ἀπολοῦντί τι τῶν χρημάτων, ἥκοντές γε παραυτὰ τοῦ θανεῖν. ταῦτα δὲ Ἀντισθένει μὴ λέξῃς, εἰ σέσωκα τοὺς φίλους · οὐ γὰρ αὐτῷ ἀρέσκει τυράννοις φίλοις χρῆσθαι, ἀλλὰ τὼς ἀλφιτοπώλας καὶ τὼς καπήλως ἀναζητεῖν, οἵτινες δικαίως τὰ ἄλφιτα καὶ τὸν οἶνον πωλοῦσιν ἐν Ἀθήναις καὶ τὰς ἐξωμίδας μισθοῦσι τὰς παχείας, ὁπόταν οἱ σκίρωνες πνέωντι, καὶ τὸν Σίμωνα θεραπεύειν. τοῦτο γὰρ οὐκ ἔστι χρᾶμα.